- ΣΟΦΙΑ ΣΕΙΡΑΧ - .-= Η ΣΟΦΙΑ =-.
321
ΤΕΚΝΟΝ, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ Θεῷ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν· 2 εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς· 3 κολλήθητι αὐτῷ καὶ μὴ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπ᾿ ἐσχάτων σου. 4 πᾶν ὃ ἐὰν ἐπαχθῇ σοι, δέξαι καὶ ἐν ἀλλάγμασι ταπεινώσεώς σου μακροθύμησον· 5 ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσὸς καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. 6 πίστευσον αὐτῷ, καὶ ἀντιλήψεταί σου· εὔθυνον τὰς ὁδούς σου καὶ ἔλπισον ἐπ᾿ αὐτόν. 7 οἱ φοβούμενοι τὸν Κύριον ἀναμείνατε τὸ ἔλεος αὐτοῦ καὶ μὴ ἐκκλίνητε, ἵνα μὴ πέσητε. 8 οἱ φοβούμενοι Κύριον πιστεύσατε αὐτῷ, καὶ οὐ μὴ πταίσῃ ὁ μισθὸς ὑμῶν. 9 οἱ φοβούμενοι Κύριον ἐλπίσατε εἰς ἀγαθὰ καὶ εἰς εὐφροσύνην αἰῶνος καὶ ἐλέους. 10 ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε· τίς ἐνεπίστευσε Κυρίῳ καὶ κατῃσχύνθη; ἢ τίς ἐνέμεινε τῷ φόβῳ αὐτοῦ καὶ ἐγκατελείφθη; ἢ τίς ἐπεκαλέσατο αὐτόν, καὶ ὑπερεῖδεν αὐτόν; 11 διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος καὶ ἀφίησιν ἁμαρτίας καὶ σώζει ἐν καιρῷ θλίψεως. 12 οὐαὶ καρδίαις δειλαῖς καὶ χερσὶ παρειμέναις καὶ ἁμαρτωλῷ ἐπιβαίνοντι ἐπὶ δύο τρίβους. 13 οὐαὶ καρδίᾳ παρειμένῃ, ὅτι οὐ πιστεύει· διὰ τοῦτο οὐ σκεπασθήσεται. 14 οὐαὶ ὑμῖν τοῖς ἀπολωλεκόσι τὴν ὑπομονήν· καὶ τί ποιήσετε ὅταν ἐπισκέπτηται ὁ Κύριος; 15 οἱ φοβούμενοι Κύριον οὐκ ἀπειθήσουσι ρημάτων αὐτοῦ, καὶ οἱ ἀγαπῶντες αὐτὸν συντηρήσουσι τὰς ὁδοὺς αὐτοῦ. 16 οἱ φοβούμενοι κύριον ζητήσουσιν εὐδοκίαν αὐτοῦ, καὶ οἱ ἀγαπῶντες αὐτὸν ἐμπλησθήσονται τοῦ νόμου. 17 οἱ φοβούμενοι Κύριον ἑτοιμάσουσι καρδίας αὐτῶν καὶ ἐνώπιον αὐτοῦ ταπεινώσουσι τὰς ψυχὰς αὐτῶν. 18 ἐμπεσούμεθα εἰς χεῖρας Κυρίου καὶ οὐκ εἰς χεῖρας ἀνθρώπων· ὡς γὰρ ἡ μεγαλωσύνη αὐτοῦ, οὕτως καὶ τὸ ἔλεος αὐτοῦ.
321
ΕΜΟΥ τοῦ πατρὸς ἀκούσατε, τέκνα, καὶ οὕτως ποιήσατε, ἵνα σωθῆτε· 2 ὁ γὰρ Κύριος ἐδόξασε πατέρα ἐπὶ τέκνοις καὶ κρίσιν μητρὸς ἐστερέωσεν ἐφ᾿ υἱοῖς. 3 ὁ τιμῶν πατέρα ἐξιλάσεται ἁμαρτίας, 4 καὶ ὡς ὁ ἀποθησαυρίζων, ὁ δοξάζων μητέρα αὐτοῦ. 5 ὁ τιμῶν πατέρα εὐφρανθήσεται ὑπὸ τέκνων, καὶ ἐν ἡμέρᾳ προσευχῆς αὐτοῦ εἰσακουσθήσεται. 6 ὁ δοξάζων πατέρα μακροημερεύσει, καὶ ὁ εἰσακούων Κυρίου ἀναπαύσει μητέρα αὐτοῦ· 7 καὶ ὡς δεσπόταις δουλεύσει ἐν τοῖς γεννήσασιν αὐτόν. 8 ἐν ἔργῳ καὶ λόγῳ τίμα τὸν πατέρα σου, ἵνα ἐπέλθῃ σοι εὐλογία παρ᾿ αὐτοῦ· 9 εὐλογία γὰρ πατρὸς στηρίζει οἴκους τέκνων, κατάρα δὲ μητρὸς ἐκριζοῖ θεμέλια. 10 μὴ δοξάζου ἐν ἀτιμίᾳ πατρός σου, οὐ γάρ ἐστί σοι δόξα πατρὸς ἀτιμία· 11 ἡ γὰρ δόξα ἀνθρώπου ἐκ τιμῆς πατρὸς αὐτοῦ, καὶ ὄνειδος τέκνοις μήτηρ ἐν ἀδοξίᾳ. 12 τέκνον, ἀντιλαβοῦ ἐν γήρᾳ πατρός σου, καὶ μὴ λυπήσῃς αὐτὸν ἐν τῇ ζωῇ αὐτοῦ· 13 κἂν ἀπολείπῃ σύνεσιν, συγγνώμην ἔχε καὶ μὴ ἀτιμάσῃς αὐτὸν ἐν πάσῃ ἰσχύϊ σου. 14 ἐλεημοσύνη γὰρ πατρὸς οὐκ ἐπιλησθήσεται, καὶ ἀντὶ ἁμαρτιῶν προσανοικοδομηθήσεταί σοι. 15 ἐν ἡμέρᾳ θλίψεώς σου ἀναμνησθήσεταί σου· ὡς εὐδία ἐπὶ παγετῷ, οὕτως ἀναλυθήσονταί σου αἱ ἁμαρτίαι. 16 ὡς βλάσφημος ὁ ἐγκαταλιπὼν πατέρα, καὶ κεκατηραμένος ὑπὸ Κυρίου ὁ παροργίζων μητέρα αὐτοῦ. 17 τέκνον, ἐν πραΰτητι τὰ ἔργα σου διέξαγε, καὶ ὑπὸ ἀνθρώπου δεκτοῦ ἀγαπηθήσῃ. 18 ὅσῳ μέγας εἶ, τοσούτῳ ταπεινοῦ σεαυτόν, καὶ ἔναντι Κυρίου εὑρήσεις χάριν· 20 ὅτι μεγάλη ἡ δυναστεία τοῦ Κυρίου καὶ ὑπὸ τῶν ταπεινῶν δοξάζεται. 21 χαλεπώτερά σου μὴ ζήτει καὶ ἰσχυρότερά σου μὴ ἐξέταζε· 22 ἃ προσετάγη σοι, ταῦτα διανοοῦ, οὐ γάρ ἐστί σοι χρεία τῶν κρυπτῶν. 23 ἐν τοῖς περισσοῖς τῶν ἔργων σου μὴ περιεργάζου· πλείονα γὰρ συνέσεως ἀνθρώπων ὑπεδείχθη σοι· 24 πολλοὺς γὰρ ἐπλάνησεν ἡ ὑπόληψις αὐτῶν, καὶ ὑπόνοια πονηρὰ ὠλίσθησε διανοίας αὐτῶν. [25 κόρας μὴ ἔχων ἀπορήσεις φωτός, γνώσεως δὲ ἄμοιρος ὢν μὴ ἐπαγγέλλου]. 26 καρδία σκληρὰ κακωθήσεται ἐπ᾿ ἐσχάτων, καὶ ὁ ἀγαπῶν κίνδυνον ἐν αὐτῷ ἐμπεσεῖται. 27 καρδία σκληρὰ βαρυνθήσεται πόνοις, καὶ ὁ ἁμαρτωλὸς προσθήσει ἁμαρτίαν ἐφ᾿ ἁμαρτίαις. 28 ἐπαγωγὴ ὑπερηφάνου οὐκ ἔστιν ἴασις, φυτὸν γὰρ πονηρίας ἐρρίζωκεν ἐν αὐτῷ. 29 καρδία συνετοῦ διανοηθήσεται παραβολήν, καὶ οὖς ἀκροατοῦ ἐπιθυμία σοφοῦ. 30 πῦρ φλογιζόμενον ἀποσβέσει ὕδωρ, καὶ ἐλεημοσύνη ἐξιλάσεται ἁμαρτίας. 31 ὁ ἀνταποδιδοὺς χάριτας μέμνηται εἰς τὰ μετὰ ταῦτα, καὶ ἐν καιρῷ πτώσεως εὑρήσει στήριγμα.
321
...ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας τὸ στόμα λαλεῖ
Προς το παρον απο θαυμασμο παραθετω
321
ΤΕΚΝΟΝ, τὴν ζωὴν τοῦ πτωχοῦ μὴ ἀποστερήσῃς καὶ μὴ παρελκύσῃς ὀφθαλμοὺς ἐπιδεεῖς. 2 ψυχὴν πεινῶσαν μὴ λυπήσῃς καὶ μὴ παροργίσῃς ἄνδρα ἐν ἀπορίᾳ αὐτοῦ. 3 καρδίαν παρωργισμένην μὴ προσταράξῃς καὶ μὴ παρελκύσῃς δόσιν προσδεομένου. 4 ἱκέτην θλιβόμενον μὴ ἀπαναίνου καὶ μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ πτωχοῦ. 5 ἀπὸ δεομένου μὴ ἀποστρέψῃς ὀφθαλμὸν καὶ μὴ δῷς τόπον ἀνθρώπῳ καταράσασθαί σε· 6 καταρωμένου γάρ σε ἐν πικρίᾳ ψυχῆς αὐτοῦ, τῆς δεήσεως αὐτοῦ ἐπακούσεται ὁ ποιήσας αὐτόν. 7 προσφιλῇ συναγωγῇ σεαυτὸν ποίει καὶ μεγιστᾶνι ταπείνου τὴν κεφαλήν σου. 8 κλῖνον πτωχῷ τὸ οὖς σου καὶ ἀποκρίθητι αὐτῷ εἰρηνικὰ ἐν πραΰτητι. 9 ἐξελοῦ ἀδικούμενον ἐκ χειρὸς ἀδικοῦντος καὶ μὴ ὀλιγοψυχήσῃς ἐν τῷ κρίνειν σε. 10 γίνου ὀρφανοῖς ὡς πατὴρ καὶ ἀντὶ ἀνδρὸς τῇ μητρὶ αὐτῶν· καὶ ἔσῃ ὡς υἱὸς ῾Υψίστου, καὶ ἀγαπήσει σε μᾶλλον ἢ μήτηρ σου. 11 ῾Η σοφία υἱοὺς αὐτῆς ἀνύψωσε καὶ ἐπιλαμβάνεται τῶν ζητούντων αὐτήν. 12 ὁ ἀγαπῶν αὐτὴν ἀγαπᾷ ζωήν, καὶ οἱ ὀρθρίζοντες πρὸς αὐτὴν ἐμπλησθήσονται εὐφροσύνης. 13 ὁ κρατῶν αὐτῆς κληρονομήσει δόξαν, καὶ οὗ εἰσπορεύεται, εὐλογήσει Κύριος. 14 οἱ λατρεύοντες αὐτῇ λειτουργήσουσιν ἁγίῳ, καὶ τοὺς ἀγαπῶντας αὐτὴν ἀγαπᾷ ὁ Κύριος. 15 ὁ ὑπακούων αὐτῆς κρινεῖ ἔθνη, καὶ ὁ προσέχων αὐτῇ κατασκηνώσει πεποιθώς. 16 ἐὰν ἐμπιστεύσῃ, κατακληρονομήσει αὐτήν, καὶ ἐν κατασχέσει ἔσονται αἱ γενεαὶ αὐτοῦ· 17 ὅτι διεστραμμένως πορεύεται μετ᾿ αὐτοῦ ἐν πρώτοις, φόβον δὲ καὶ δειλίαν ἐπάξει ἐπ᾿ αὐτὸν καὶ βασανίσει αὐτὸν ἐν παιδείᾳ αὐτῆς, ἕως οὗ ἐμπιστεύσῃ τῇ ψυχῇ αὐτοῦ, καὶ πειράσῃ αὐτὸν ἐν τοῖς δικαιώμασιν αὐτῆς. 18 καὶ πάλιν ἐπανήξει κατ᾿ εὐθεῖαν πρὸς αὐτὸν καὶ εὐφρανεῖ αὐτὸν καὶ ἀποκαλύψει αὐτῷ τὰ κρυπτὰ αὐτῆς. 19 ἐὰν ἀποπλανηθῇ, ἐγκαταλείψει αὐτὸν καὶ παραδώσει αὐτὸν εἰς χεῖρας πτώσεως αὐτοῦ. 20 Συντήρησον καιρὸν καὶ φύλαξαι ἀπὸ πονηροῦ καὶ περὶ τῆς ψυχῆς σου μὴ αἰσχυνθῇς· 21 ἔστι γὰρ αἰσχύνη ἐπάγουσα ἁμαρτίαν, καὶ ἔστιν αἰσχύνη δόξα καὶ χάρις. 22 μὴ λάβῃς πρόσωπον κατὰ τῆς ψυχῆς σου καὶ μὴ ἐντραπῇς εἰς πτῶσίν σου. 23 μὴ κωλύσῃς λόγον ἐν καιρῷ σωτηρίας· 24 ἐν γὰρ λόγῳ γνωσθήσεται σοφία καὶ παιδεία ἐν ρήματι γλώσσης. 25 μὴ ἀντίλεγε τῇ ἀληθείᾳ καὶ περὶ τῆς ἀπαιδευσίας σου ἐντράπηθι. 26 μὴ αἰσχυνθῇς ὁμολογῆσαι ἐφ᾿ ἁμαρτίαις σου καὶ μὴ βιάζου ροῦν ποταμοῦ. 27 καὶ μὴ ὑποστρώσῃς σεαυτὸν ἀνθρώπῳ μωρῷ καὶ μὴ λάβῃς πρόσωπον δυνάστου. 28 ἕως τοῦ θανάτου ἀγώνισαι περὶ τῆς ἀληθείας, καὶ Κύριος ὁ Θεὸς πολεμήσει ὑπὲρ σοῦ. 29 μὴ γίνου ταχὺς ἐν γλώσσῃ σου καὶ νωθρὸς καὶ παρειμένος ἐν τοῖς ἔργοις σου. 30 μὴ ἴσθι ὡς λέων ἐν τῷ οἴκῳ σου καὶ φαντασιοκοπῶν ἐν τοῖς οἰκέταις σου. 31 μὴ ἔστω ἡ χείρ σου ἐκτεταμένη εἰς τὸ λαβεῖν καὶ ἐν τῷ ἀποδιδόναι συνεσταλμένη.
321
ΜΗ ἔπεχε ἐπὶ τοῖς χρήμασί σου καὶ μὴ εἴπῃς· αὐτάρκη μοί ἐστι. 2 μὴ ἐξακολούθει τῇ ψυχῇ σου καὶ τῇ ἰσχύϊ σου τοῦ πορεύεσθαι ἐν ἐπιθυμίαις καρδίας σου, 3 καὶ μὴ εἴπῃς· τίς με δυναστεύσει; ὁ γὰρ Κύριος ἐκδικῶν ἐκδικήσει σε. 4 μὴ εἴπῃς, ἥμαρτον, καὶ τί μοι ἐγένετο; ὁ γὰρ Κύριός ἐστι μακρόθυμος. 5 περὶ ἐξιλασμοῦ μὴ ἄφοβος γίνου, προσθεῖναι ἁμαρτίαν ἐφ᾿ ἁμαρτίαις· 6 καὶ μὴ εἴπῃς· ὁ οἰκτιρμὸς αὐτοῦ πολύς, τὸ πλῆθος τῶν ἁμαρτιῶν μου ἐξιλάσεται· ἔλεος γὰρ καὶ ὀργὴ παρ᾿ αὐτοῦ, καὶ ἐπὶ ἁμαρτωλοὺς καταπαύσει ὁ θυμὸς αὐτοῦ. 7 μὴ ἀνάμενε ἐπιστρέψαι πρὸς Κύριον καὶ μὴ ὑπερβάλλου ἡμέραν ἐξ ἡμέρας· ἐξάπινα γὰρ ἐξελεύσεται ὀργὴ Κυρίου, καὶ ἐν καιρῷ ἐκδικήσεως ἐξολῇ. 8 μὴ ἔπεχε ἐπὶ χρήμασιν ἀδίκοις· οὐδὲν γὰρ ὠφελήσει σε ἐν ἡμέρᾳ ἐπαγωγῆς. 9 μὴ λίκμα ἐν παντὶ ἀνέμῳ καὶ μὴ πορεύου ἐν πάσῃ ἀτραπῷ· οὕτως ὁ ἁμαρτωλὸς ὁ δίγλωσσος. 10 ἴσθι ἐστηριγμένος ἐν συνέσει σου, καὶ εἷς ἔστω σου ὁ λόγος. 11 γίνου ταχὺς ἐν ἀκροάσει σου καὶ ἐν μακροθυμίᾳ φθέγγου ἀπόκρισιν. 12 εἰ ἔστι σοι σύνεσις, ἀποκρίθητι τῷ πλησίον· εἰ δὲ μή, ἡ χείρ σου ἔστω ἐπὶ στόματί σου. 13 δόξα καὶ ἀτιμία ἐν λαλιᾷ, καὶ γλῶσσα ἀνθρώπου πτῶσις αὐτῷ. 14 μὴ κληθῇς ψίθυρος, καὶ τῇ γλώσσῃ σου μὴ ἐνέδρευε· ἐπὶ γὰρ τῷ κλέπτῃ ἐστὶν αἰσχύνη, καὶ κατάγνωσις πονηρὰ ἐπὶ διγλώσσου. 15 ἐν μεγάλῳ καὶ ἐν μικρῷ μὴ ἀγνόει.
321
ΚΑΙ ἀντὶ φίλου μὴ γίνου ἐχθρός· ὄνομα γὰρ πονηρὸν αἰσχύνην καὶ ὄνειδος κληρονομήσει· οὕτως ὁ ἁμαρτωλὸς ὁ δίγλωσσος. 2 μὴ ἐπάρῃς σεαυτὸν ἐν βουλῇ ψυχῆς σου, ἵνα μὴ διαρπαγῇ ὡς ταῦρος ἡ ψυχή σου· 3 τὰ φύλλα σου καταφάγεσαι καὶ τοὺς καρπούς σου ἀπολέσεις καὶ ἀφήσεις σεαυτὸν ὡς ξύλον ξηρόν. 4 ψυχὴ πονηρὰ ἀπολεῖ τὸν κτησάμενον αὐτὴν καὶ ἐπίχαρμα ἐχθρῶν ποιήσει αὐτόν. 5 Λάρυγξ γλυκὺς πληθυνεῖ φίλους αὐτοῦ, καὶ γλῶσσα εὔλαλος πληθυνεῖ εὐπροσήγορα. 6 οἱ εἰρηνεύοντές σοι ἔστωσαν πολλοί, οἱ δὲ σύμβουλοί σου εἷς ἀπὸ χιλίων. 7 εἰ κτᾶσαι φίλον, ἐν πειρασμῷ κτῆσαι αὐτόν, καὶ μὴ ταχὺ ἐμπιστεύσῃς αὐτῷ· 8 ἔστι γὰρ φίλος ἐν καιρῷ αὐτοῦ καὶ οὐ μὴ παραμείνῃ ἐν ἡμέρᾳ θλίψεώς σου. 9 καὶ ἔστι φίλος μετατιθέμενος εἰς ἔχθραν καὶ μάχην ὀνειδισμοῦ σου ἀποκαλύψει. 10 καὶ ἔστι φίλος κοινωνὸς τραπεζῶν καὶ οὐ μὴ παραμείνῃ ἐν ἡμέρᾳ θλίψεώς σου. 11 καὶ ἐν τοῖς ἀγαθοῖς σου ἔσται ὡς σύ, καὶ ἐπὶ τοὺς οἰκέτας σου παρρησιάσεται· 12 ἐὰν ταπεινωθῇς, ἔσται κατὰ σοῦ, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσεται. 13 ἀπὸ τῶν ἐχθρῶν σου διαχωρίσθητι καὶ ἀπὸ τῶν φίλων σου πρόσεχε. 14 φίλος πιστὸς σκέπη κραταιά, ὁ δὲ εὑρὼν αὐτὸν εὗρε θησαυρόν. 15 φίλου πιστοῦ οὐκ ἔστιν ἀντάλλαγμα, καὶ οὐκ ἔστι σταθμὸς τῆς καλλονῆς αὐτοῦ. 16 φίλος πιστὸς φάρμακον ζωῆς, καὶ οἱ φοβούμενοι Κύριον εὑρήσουσιν αὐτόν. 17 ὁ φοβούμενος Κύριον εὐθύνει φιλίαν αὐτοῦ, ὅτι κατ᾿ αὐτὸν οὕτως καὶ ὁ πλησίον αὐτοῦ. 18 Τέκνον, ἐκ νεότητός σου ἐπίλεξαι παιδείαν, καὶ ἕως πολιῶν εὑρήσεις σοφίαν. 19 ὡς ὁ ἀροτριῶν καὶ ὁ σπείρων πρόσελθε αὐτῇ καὶ ἀνάμενε τοὺς ἀγαθοὺς καρποὺς αὐτῆς· ἐν γὰρ τῇ ἐργασίᾳ αὐτῆς ὀλίγον κοπιάσεις καὶ ταχὺ φάγεσαι γεννημάτων αὐτῆς. 20 ὡς τραχεῖά ἐστι σφόδρα τοῖς ἀπαιδεύτοις, καὶ οὐκ ἐμμενεῖ ἐν αὐτῇ ἀκάρδιος· 21 ὡς λίθος δοκιμασίας ἰσχυρὸς ἔσται ἐπ᾿ αὐτῷ, καὶ οὐ χρονιεῖ ἀπορρῖψαι αὐτήν. 22 σοφία γὰρ κατὰ τὸ ὄνομα αὐτῆς ἐστι, καὶ οὐ πολλοῖς ἐστι φανερά. 23 ἄκουσον, τέκνον, καὶ δέξαι γνώμην μου, καὶ μὴ ἀπαναίνου τὴν συμβουλίαν μου. 24 καὶ εἰσένεγκον τοὺς πόδας σου εἰς τὰς πέδας αὐτῆς καὶ εἰς τὸν κλοιὸν αὐτῆς τὸν τράχηλόν σου. 25 ὑπόθες τὸν ὦμόν σου καὶ βάσταξον αὐτήν, καὶ μὴ προσοχθίσῃς τοῖς δεσμοῖς αὐτῆς. 26 ἐν πάσῃ ψυχῇ σου πρόσελθε αὐτῇ καὶ ἐν ὅλῃ δυνάμει σου συντήρησον τὰς ὁδοὺς αὐτῆς. 27 ἐξίχνευσον καὶ ζήτησον, καὶ γνωσθήσεταί σοι, καὶ ἐγκρατὴς γενόμενος μὴ ἀφῇς αὐτήν· 28 ἐπ᾿ ἐσχάτων γὰρ εὑρήσεις τὴν ἀνάπαυσιν αὐτῆς, καὶ στραφήσεταί σοι εἰς εὐφροσύνην. 29 καὶ ἔσονταί σοι αἱ πέδαι εἰς σκέπην ἰσχύος καὶ οἱ κλοιοὶ αὐτῆς εἰς στολὴν δόξης. 30 κόσμος γὰρ χρύσεός ἐστιν ἐπ᾿ αὐτῆς, καὶ οἱ δεσμοὶ αὐτῆς κλῶσμα ὑακίνθινον· 31 στολὴν δόξης ἐνδύσῃ αὐτήν, καὶ στέφανον ἀγαλλιάσεως περιθήσεις σεαυτῷ. 32 ἐὰν θέλῃς, τέκνον, παιδευθήσῃ, καὶ ἐὰν δῷς τὴν ψυχήν σου, πανοῦργος ἔσῃ. 33 ἐὰν ἀγαπήσῃς ἀκούειν, ἐκδέξῃ, καὶ ἐὰν κλίνῃς τὸ οὖς σου, σοφὸς ἔσῃ. 34 ἐν πλήθει πρεσβυτέρων στῆθι, καὶ τίς σοφός, αὐτῷ προσκολλήθητι. 35 πᾶσαν διήγησιν θείαν θέλε ἀκροᾶσθαι, καὶ παροιμίαι συνέσεως μὴ ἐκφευγέτωσάν σε. 36 ἐὰν ἴδῃς συνετόν, ὄρθριζε πρὸς αὐτόν, καὶ βαθμοὺς θυρῶν αὐτοῦ ἐκτριβέτω ὁ πούς σου. 37 διανοοῦ ἐν τοῖς προστάγμασι Κυρίου καὶ ἐν ταῖς ἐντολαῖς αὐτοῦ μελέτα διὰ παντός· αὐτὸς στηριεῖ τὴν καρδίαν σου, καὶ ἡ ἐπιθυμία τῆς σοφίας σου δοθήσεταί σοι.
321
ΜΗ ποίει κακά, καὶ οὐ μή σε καταλάβῃ κακόν· 2 ἀπόστηθι ἀπὸ ἀδίκου, καὶ ἐκκλινεῖ ἀπὸ σοῦ. 3 υἱέ, μὴ σπεῖρε ἐπ᾿ αὔλακας ἀδικίας, καὶ οὐ μὴ θερίσῃς αὐτὰς ἑπταπλασίως. 4 μὴ ζήτει παρὰ Κυρίου ἡγεμονίαν, μηδὲ παρὰ βασιλέως καθέδραν δόξης. 5 μὴ δικαιοῦ ἔναντι Κυρίου καὶ παρὰ βασιλεῖ μὴ σοφίζου. 6 μὴ ζήτει γενέσθαι κριτής, μὴ οὐκ ἐξισχύσεις ἐξᾶραι ἀδικίας· μή ποτε εὐλαβηθῇς ἀπὸ προσώπου δυνάστου καὶ θήσεις σκάνδαλον ἐν εὐθύτητί σου. 7 μὴ ἁμάρτανε εἰς πλῆθος πόλεως καὶ μὴ καταβάλῃς σεαυτὸν ἐν ὄχλῳ. 8 μὴ καταδεσμεύσῃς δὶς ἁμαρτίαν, ἐν γὰρ τῇ μιᾷ οὐκ ἀθῷος ἔσῃ. 9 μὴ εἴπῃς· τῷ πλήθει τῶν δώρων μου ἐπόψεται καὶ ἐν τῷ προσενέγκαι με Θεῷ ῾Υψίστῳ προσδέξεται. 10 μὴ ὀλιγοψυχήσῃς ἐν τῇ προσευχῇ σου καὶ ἐλεημοσύνην ποιῆσαι μὴ παρίδῃς. 11 μὴ καταγέλα ἄνθρωπον ὄντα ἐν πικρίᾳ ψυχῆς αὐτοῦ, ἔστι γὰρ ὁ ταπεινῶν καὶ ἀνυψῶν. 12 μὴ ἀροτρία ψεῦδος ἐπ᾿ ἀδελφῷ σου, μηδὲ φίλῳ τὸ ὅμοιον ποίει. 13 μὴ θέλε ψεύδεσθαι πᾶν ψεῦδος, ὁ γὰρ ἐνδελεχισμὸς αὐτοῦ οὐκ εἰς ἀγαθόν. 14 μὴ ἀδελέσχει ἐν πλήθει πρεσβυτέρων καὶ μὴ δευτερώσῃς λόγον ἐν προσευχῇ σου. 15 μὴ μισήσῃς ἐπίπονον ἐργασίαν καὶ γεωργίαν ὑπὸ ῾Υψίστου ἐκτισμένην. 16 μὴ προσλογίζου σεαυτὸν ἐν πλήθει ἁμαρτωλῶν. μνήσθητι ὅτι ὀργὴ οὐ χρονιεῖ. 17 ταπείνωσον σφόδρα τὴν ψυχήν σου, ὅτι ἐκδίκησις ἀσεβοῦς πῦρ καὶ σκώληξ. 18 Μὴ ἀλλάξῃς φίλον ἕνεκεν διαφόρου, μηδ᾿ ἀδελφὸν γνήσιον ἐν χρυσίῳ Σουφείρ. 19 μὴ ἀστόχει γυναικὸς σοφῆς καὶ ἀγαθῆς, ἡ γὰρ χάρις αὐτῆς ὑπὲρ τὸ χρυσίον. 20 μὴ κακώσῃς οἰκέτην ἐργαζόμενον ἐν ἀληθείᾳ, μηδὲ μίσθιον διδόντα ψυχὴν αὐτοῦ. 21 οἰκέτην συνετὸν ἀγαπάτω σου ἡ ψυχή, μὴ στερήσῃς αὐτὸν ἐλευθερίας. 22 κτήνη σοί ἐστιν, ἐπισκέπτου αὐτὰ καὶ εἰ ἔστι σοι χρήσιμα, ἐμμενέτω σοι. 23 τέκνα σοί ἐστι, παίδευσον αὐτά, καὶ κάμψον ἐκ νεότητος τὸν τράχηλον αὐτῶν. 24 θυγατέρες σοί εἰσι, πρόσεχε τῷ σώματι αὐτῶν, καὶ μὴ ἱλαρώσῃς πρὸς αὐτὰς τὸ πρόσωπόν σου. 25 ἔκδου θυγατέρα, καὶ ἔσῃ τετελεκὼς ἔργον μέγα, καὶ ἀνδρὶ συνετῷ δώρησαι αὐτήν. 26 γυνή σοί ἐστι κατὰ ψυχήν, μὴ ἐκβάλῃς αὐτήν· καὶ μισουμένῃ μὴ ἐμπιστεύσῃς σεαυτόν. 27 ᾿Εν ὅλῃ καρδίᾳ δόξασον τὸν πατέρα σου καὶ μητρὸς ὠδῖνας μὴ ἐπιλάθῃ· 28 μνήσθητι ὅτι δι᾿ αὐτῶν ἐγεννήθης, καὶ τί ἀνταποδώσεις αὐτοῖς καθὼς αὐτοί σοι; 29 ἐν ὅλῃ ψυχῇ σου εὐλαβοῦ τὸν Κύριον καὶ τοὺς ἱερεῖς αὐτοῦ θαύμαζε. 30 ἐν ὅλῃ δυνάμει ἀγάπησον τὸν ποιήσαντά σε καὶ τοὺς λειτουργοὺς αὐτοῦ μὴ ἐγκαταλίπῃς. 31 φοβοῦ τὸν Κύριον καὶ δόξασον ἱερέα καὶ δῷς τὴν μερίδα αὐτῷ, καθὼς ἐντέταλταί σοι, ἀπαρχὴν καὶ περὶ πλημμελείας καὶ δόσιν βραχιόνων καὶ θυσίαν ἁγιασμοῦ καὶ ἀπαρχὴν ἁγίων. 32 Καὶ πτωχῷ ἔκτεινον τὴν χεῖρά σου, ἵνα τελειωθῇ ἡ εὐλογία σου. 33 χάρις δόματος ἔναντι παντὸς ζῶντος, καὶ ἐπὶ νεκρῷ μὴ ἀποκωλύσῃς χάριν. 34 μὴ ὑστέρει ἀπὸ κλαιόντων καὶ μετὰ πενθούντων πένθησον. 35 μὴ ὄκνει ἐπισκέπτεσθαι ἄρρωστον, ἐκ γὰρ τῶν τοιούτων ἀγαπηθήσῃ. 36 ἐν πᾶσι τοῖς λόγοις σου μιμνήσκου τὰ ἔσχατά σου, καὶ εἰς τὸν αἰῶνα οὐχ ἁμαρτήσεις.
321
ΜΗ διαμάχου μετὰ ἀνθρώπου δυνάστου, μήποτε ἐμπέσῃς εἰς τὰς χεῖρας αὐτοῦ. 2 μὴ ἔριζε μετὰ ἀνθρώπου πλουσίου, μήποτε ἀντιστήσῃ σου τὴν ὁλκήν· πολλοὺς γὰρ ἀπώλεσε τὸ χρυσίον καὶ καρδίας βασιλέων ἐξέκλινε. 3 μὴ διαμάχου μετὰ ἀνθρώπου γλωσσώδους καὶ μὴ ἐπιστοιβάσῃς ἐπὶ τὸ πῦρ αὐτοῦ ξύλα. 4 μὴ πρόσπαιζε ἀπαιδεύτῳ, ἵνα μὴ ἀτιμάζωνται οἱ πρόγονοί σου. 5 μὴ ὀνείδιζε ἄνθρωπον ἀποστρέφοντα ἀπὸ ἁμαρτίας· μνήσθητι ὅτι πάντες ἐσμὲν ἐν ἐπιτιμίοις. 6 μὴ ἀτιμάσῃς ἄνθρωπον ἐν γήρᾳ αὐτοῦ, καὶ γὰρ ἐξ ἡμῶν γηράσκουσι. 7 μὴ ἐπίχαιρε ἐπὶ νεκρῷ, μνήσθητι ὅτι πάντες τελευτῶμεν. 8 μὴ παρίδῃς διήγημα σοφῶν, καὶ ἐν ταῖς παροιμίαις αὐτῶν ἀναστρέφου· ὅτι παρ᾿ αὐτῶν μαθήσῃ παιδείαν καὶ λειτουργῆσαι μεγιστᾶσι. 9 μὴ ἀστόχει διηγήματος γερόντων, καὶ γὰρ αὐτοὶ ἔμαθον παρὰ τῶν πατέρων αὐτῶν· ὅτι παρ᾿ αὐτῶν μαθήσει σύνεσιν καὶ ἐν καιρῷ χρείας δοῦναι ἀπόκρισιν. 10 μὴ ἔκκαιε ἄνθρακας ἁμαρτωλοῦ, μὴ ἐμπυρισθῇς ἐν πυρὶ φλογὸς αὐτοῦ. 11 μὴ ἐξαναστῇς ἀπὸ προσώπου ὑβριστοῦ, ἵνα μὴ ἐγκαθίσῃ ὡς ἔνεδρον τῷ στόματί σου. 12 μὴ δανείσῃς ἀνθρώπῳ ἰσχυροτέρῳ σου· καὶ ἐὰν δανείσῃς, ὡς ἀπολωλεκὼς γίνου. 13 μὴ ἐγγυήσῃ ὑπὲρ δύναμίν σου· καὶ ἐὰν ἐγγυήσῃ, ὡς ἀποτίσων φρόντιζε. 14 μὴ δικάζου μετὰ κριτοῦ, κατὰ γὰρ τὴν δόξαν αὐτοῦ κρινοῦσιν αὐτῷ. 15 μετὰ τολμηροῦ μὴ πορεύου ἐν ὁδῷ, ἵνα μὴ βαρύνηται κατὰ σοῦ· αὐτὸς γὰρ κατὰ τὸ θέλημα αὐτοῦ ποιήσει, καὶ τῇ ἀφροσύνῃ αὐτοῦ συναπολῇ. 16 μετὰ θυμώδους μὴ ποιήσῃς μάχην καὶ μὴ διαπορεύου μετ᾿ αὐτοῦ τὴν ἔρημον· ὅτι ὡς οὐδὲν ἐν ὀφθαλμοῖς αὐτοῦ αἷμα, καὶ ὅπου οὐκ ἔστι βοήθεια, καταβαλεῖ σε. 17 μετὰ μωροῦ μὴ συμβουλεύου, οὐ γὰρ δυνήσεται λόγον στέξαι. 18 ἐνώπιον ἀλλοτρίου μὴ ποιήσῃς κρυπτόν, οὐ γὰρ γινώσκεις τί τέξεται. 19 παντὶ ἀνθρώπῳ μὴ ἔκφαινε σὴν καρδίαν, καὶ μὴ ἀναφερέτω σοι χάριν.
321
ΜΗ ζήλου γυναῖκα τοῦ κόλπου σου, μηδὲ διδάξῃς ἐπὶ σεαυτὸν παιδείαν πονηράν. 2 μὴ δῷς γυναικὶ τὴν ψυχήν σου ἐπιβῆναι αὐτὴν ἐπὶ τὴν ἰσχύν σου. 3 μὴ ὑπάντα γυναικὶ ἑταιριζομένῃ, μήποτε ἐμπέσῃς εἰς τὰς παγίδας αὐτῆς. 4 μετὰ ψαλλούσῃς μὴ ἐνδελέχιζε, μήποτε ἁλῷς ἐν τοῖς ἐπιχειρήμασιν αὐτῆς. 5 παρθένον μὴ καταμάνθανε, μήποτε σκανδαλισθῇς ἐν τοῖς ἐπιτιμίοις αὐτῆς. 6 μὴ δῷς πόρναις τὴν ψυχήν σου, ἵνα μὴ ἀπολέσῃς τὴν κληρονομίαν σου. 7 μὴ περιβλέπου ἐν ρύμαις πόλεως καὶ ἐν ταῖς ἐρήμοις αὐτῆς μὴ πλανῶ. 8 ἀπόστρεψον ὀφθαλμὸν ἀπὸ γυναικὸς εὐμόρφου, καὶ μὴ καταμάνθανε κάλλος ἀλλότριον· ἐν κάλλει γυναικὸς πολλοὶ ἐπλανήθησαν, καὶ ἐκ τούτου φιλία ὡς πῦρ ἀνακαίεται. 9 μετὰ ὑπάνδρου γυναικὸς μὴ κάθου τὸ σύνολον καὶ μὴ συμβολοκοπήσῃς μετ᾿ αὐτῆς ἐν οἴνῳ, μήποτε ἐκκλίνη ἡ ψυχή σου ἐπ᾿ αὐτὴν καὶ τῷ πνεύματί σου ὀλισθήσῃς εἰς ἀπώλειαν. 10 μὴ ἐγκαταλίπῃς φίλον ἀρχαῖον, ὁ γὰρ πρόσφατος οὐκ ἔστιν ἔπισος αὐτῷ· οἶνος νέος φίλος νέος· ἐὰν παλαιωθῇ, μετ᾿ εὐφροσύνης πίεσαι αὐτόν. 11 μὴ ζηλώσῃς δόξαν ἁμαρτωλοῦ, οὐ γὰρ οἶδας τί ἔσται ἡ καταστροφὴ αὐτοῦ. 12 μὴ εὐδοκήσῃς ἐν εὐδοκίᾳ ἀσεβῶν· μνήσθητι ὅτι ἕως ᾅδου οὐ μὴ δικαιωθῶσι. 13 μακρὰν ἄπεχε ἀπὸ ἀνθρώπου, ὃς ἔχει ἐξουσίαν τοῦ φονεύειν, καὶ οὐ μὴ ὑποπτεύσῃς φόβον θανάτου· κἂν προσέλθῃς, μὴ πλημμελήσῃς, ἵνα μὴ ἀφέληται τὴν ζωήν σου· ἐπίγνωθι ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις καὶ ἐπὶ ἐπάλξεων πόλεων περιπατεῖς. 14 κατὰ τὴν ἰσχύν σου στόχασαι τοὺς πλησίον καὶ μετὰ σοφῶν συμβουλεύου. 15 καὶ μετὰ συνετῶν ἔστω ὁ διαλογισμός σου καὶ πᾶσα διήγησίς σου ἐν νόμῳ ῾Υψίστου. 16 ἄνδρες δίκαιοι ἔστωσαν σύνδειπνοί σου, καὶ ἐν φόβῳ Κυρίου ἔστω τὸ καύχημά σου. 17 ἐν χειρὶ τεχνιτῶν ἔργον ἐπαινεθήσεται, καὶ ὁ ἡγούμενος λαοῦ σοφὸς ἐν λόγῳ αὐτοῦ. 18 φοβερὸς ἐν πόλει αὐτοῦ ἀνὴρ γλωσσώδης, καὶ ὁ προπετὴς ἐν λόγῳ αὐτοῦ μισηθήσεται.
321
quote:
Προς το παρον απο θαυμασμο παραθετω
nediB γιατί τα παραθέτεις όλα αυτά στο αρχαίο κείμενο;;;
Θεωρείς αξιοθαύμαστα αυτά τα λόγια αλλά κανείς δεν πρόκειται να τα διαβάσει σ'αυτή τη μορφή. Οπότε ποιός ο λόγος;
Μετα και το σημερινο στραπατσο που επαθα,ξεψυχισα.
Δεν αξιζει...................κ.λ.π.κ.λ.π
321
Κεφαλαιο 10ο
Η αξία του συνετού άρχοντα
Σοφ. Σειρ. 10,1 Κριτὴς σοφὸς παιδεύσει τὸν λαὸν αὐτοῦ, καὶ ἡγεμονία συνετοῦ τεταγμένη ἔσται.
Σοφ. Σειρ. 10,1 Σοφός άρχων παιδαγωγεί και μορφώνει τον λαόν του· η εξουσία δε και η κυβέρνησις του συνετού άρχοντος είναι ορθώς τακτοποιημένη.
Σοφ. Σειρ. 10,2 κατὰ τὸν κριτὴν τοῦ λαοῦ αὐτοῦ οὕτως καὶ οἱ λειτουργοὶ αὐτοῦ, καὶ κατὰ τὸν ἡγούμενον τῆς πόλεως πάντες οἱ κατοικοῦντες αὐτήν.
Σοφ. Σειρ. 10,2 Οποίος τις είναι ο άρχων ενός λαού, τέτοιοι θα είναι και οι υπ' αυτόν αξιωματούχοι. Και οποίος είναι ο άρχων μιας πόλεως, τέτοιοι θα είναι και οι κάτοικοι αυτής.
Σοφ. Σειρ. 10,3 βασιλεὺς ἀπαίδευτος ἀπολεῖ τὸν λαὸν αὐτοῦ, καὶ πόλις οἰκισθήσεται ἐν συνέσει δυναστῶν.
Σοφ. Σειρ. 10,3 Αμόρφωτος και ασύνετος βασιλεύς οδηγεί τον λαόν του εις την καταστροφήν· εξ αντιθέτου αποκτά πολλούς κατοίκους μία πόλις και ευημερεί χάρις εις την σύνεσιν των καλών αρχόντων.
Σοφ. Σειρ. 10,4 ἐν χειρὶ Κυρίου ἐξουσία τῆς γῆς, καὶ τὸν χρήσιμον ἐγερεῖ εἰς καιρὸν ἐπ᾿ αὐτῆς.
Σοφ. Σειρ. 10,4 Από το χέρι του Κυρίου χορηγείται κάθε εξουσία επάνω εις την γην, τον δε χρήσιμον και καλόν άρχοντα επ' αυτής θα αναδείξη ο Κυριος στον κατάλληλον καιρόν.
Σοφ. Σειρ. 10,5 ἐν χειρὶ Κυρίου εὐοδία ἀνδρός, καὶ προσώπῳ γραμματέως ἐπιθήσει δόξαν αὐτοῦ.
Σοφ. Σειρ. 10,5 Εις το χέρι του παντοδυνάμου Κυρίου είναι η κατευόδωσις παντός ανθρώπου εις τα έργα του. Και στο πρόσωπον του δικαίου νομοθέτου θα αποθέση ο Θεός την δόξαν του.
Κατά της αλαζονείας
Σοφ. Σειρ. 10,6 Ἐπὶ παντὶ ἀδικήματι μὴ μηνιάσῃς τῷ πλησίον καὶ μὴ πρᾶσσε μηδὲν ἐν ἔργοις ὕβρεως.
Σοφ. Σειρ. 10,6 Οιανδήποτε αδικίαν και αν σου κάμη ο πλησίον, μη μνησικακήσης εναντίον του και μη κάμης τίποτε επάνω εις την ορμήν του πάθους.
Σοφ. Σειρ. 10,7 μισητὴ ἔναντι Κυρίου καὶ ἀνθρώπων ὑπερηφανία, καὶ ἐξ ἀμφοτέρων πλημμελήσει ἄδικα.
Σοφ. Σειρ. 10,7 Η υπερηφάνεια είναι μισητή ενώπιον Θεού και ανθρώπων και ενώπιον αμφοτέρων ο υπερήφανος θα διαπράξη πολλάς αδικίας.
Σοφ. Σειρ. 10,8 βασιλεία ἀπὸ ἔθνους εἰς ἔθνος μετάγεται διὰ ἀδικίας καὶ ὕβρεις καὶ χρήματα.
Σοφ. Σειρ. 10,8 Η βασιλεία περιέρχεται από το ένα έθνος στο άλλο εξ αιτίας των αδικιών, της υπερηφανείας και του αδίκου πλουτισμού.
Σοφ. Σειρ. 10,9 τί ὑπερηφανεύεται γῆ καὶ σποδός; ὅτι ἐν ζωῇ ἔῤῥιψα τὰ ἐνδόσθια αὐτοῦ.
Σοφ. Σειρ. 10,9 Διατί υπερηφανεύεται ο άνθρωπος, που είναι χώμα και στάκτη; Διότι του υπερηφάνου ανθρώπου, καθ' ον χρόνον ακόμη εζούσε, εγώ έρριψα τα εντόσθιά του κάτω.
Σοφ. Σειρ. 10,10 μακρὸν ἀῤῥώστημα σκώπτει ἰατρός· καὶ βασιλεὺς σήμερον, καὶ αὔριον τελευτήσει.
Σοφ. Σειρ. 10,10 Μακράν ασθένειαν, η οποία δεν φέρει τον θάνατον αλλά ούτε και θεραπεύεται, την εμπαίζει και ο ιατρός. Και ο ασθενών βασιλεύς σήμερον υπάρχει, αύριον δε αποθνήσκει.
Σοφ. Σειρ. 10,11 ἐν γὰρ τῷ ἀποθανεῖν ἄνθρωπον κληρονομήσει ἑρπετὰ καὶ θηρία καὶ σκώληκας.
Σοφ. Σειρ. 10,11 Οταν δε αποθάνη ο άνθρωπος, θα τον κληρονομήσουν και θα τον παραλάβουν τα ερπετά και τα θηρία και τα σκουλήκια.
Σοφ. Σειρ. 10,12 ἀρχὴ ὑπερηφανίας ἀνθρώπου ἀφισταμένου ἀπὸ Κυρίου, καὶ ἀπὸ τοῦ ποιήσαντος αὐτὸν ἀπέστη ἡ καρδία αὐτοῦ.
Σοφ. Σειρ. 10,12 Η αρχή και πρώτη αιτία της απομακρύνσεως του ανθρώπου από τον Κυριον είναι η υπερηφάνεια. Η καρδία του υπερηφάνου έχει απομακρυνθή από τον δημιουργόν του.
Σοφ. Σειρ. 10,13 ὅτι ἀρχὴ ὑπερηφανίας ἁμαρτία, καὶ ὁ κρατῶν αὐτῆς ἐξομβρήσει βδέλυγμα· διὰ τοῦτο παρεδόξασε Κύριος τὰς ἐπαγωγὰς καὶ κατέστρεψεν εἰς τέλος αὐτούς.
Σοφ. Σειρ. 10,13 Επειδή δε αρχή και πηγή κάθε αμαρτίας είναι ο εγωϊσμός, εκείνος ο οποίος κρατεί τον εγωϊσμόν του και κυριαρχείται από αυτόν, θα ξεχύση ωσάν βροχήν από μέσα του βδελυρότητας. Δια τούτο ο Κυριος θα του αποστείλη τρομεράς τιμωρίας και θα τον καταστρέψη εξ ολοκλήρου.
Σοφ. Σειρ. 10,14 θρόνους ἀρχόντων καθεῖλεν ὁ Κύριος καὶ ἐκάθισε πρᾳεῖς ἀντ᾿ αὐτῶν.
Σοφ. Σειρ. 10,14 Ο Κυριος εκρήμνισε θρόνους αρχόντων και αντί εκείνων εγκατέστησε πράους ανθρώπους ως άρχοντας.
Σοφ. Σειρ. 10,15 ῥίζας ἐθνῶν ἐξέτιλεν ὁ Κύριος καὶ ἐφύτευσε ταπεινοὺς ἀντ᾿ αὐτῶν.
Σοφ. Σειρ. 10,15 Ριζας αλαζονικών εθνών εξερρίζωσεν ο Κυριος και εφύτευσεν αντί εκείνων ταπεινούς ανθρώπους.
Σοφ. Σειρ. 10,16 χώρας ἐθνῶν κατέστρεψεν ὁ Κύριος καὶ ἀπώλεσεν αὐτὰς ἕως θεμελίων γῆς.
Σοφ. Σειρ. 10,16 Χωρας υπερηφάνων εθνών τας κατέστρεψεν ο Κυριος. Τας εξωλόθρευσεν έως τα θεμέλιά των.
Σοφ. Σειρ. 10,17 ἐξήρανεν ἐξ αὐτῶν καὶ ἀπώλεσεν αὐτοὺς καὶ κατέπαυσεν ἀπὸ γῆς τὸ μνημόσυνον αὐτῶν.
Σοφ. Σειρ. 10,17 Εξήρανε την ζωήν των, εξωλόθρευσε τους κατοίκους των και έσβησε την ανάμνησίν των από την γην.
Σοφ. Σειρ. 10,18 οὐκ ἔκτισται ἀνθρώποις ὑπερηφανία, οὐδὲ ὀργὴ θυμοῦ γεννήμασι γυναικῶν.
Σοφ. Σειρ. 10,18 Ο εγωϊσμός δεν είναι προωρισμένος και ταιριαστός δια τον άνθρωπον, ούτε ο θυμός και η οργή δια τα τέκνα των γυναικών.
Οι άξιοι τιμής
Σοφ. Σειρ. 10,19 Σπέρμα ἔντιμον ποῖον; σπέρμα ἀνθρώπου. σπέρμα ἔντιμον ποῖον; οἱ φοβούμενοι τὸν Κύριον. σπέρμα ἄτιμον ποῖον; σπέρμα ἀνθρώπου. σπέρμα ἄτιμον ποῖον; οἱ παραβαίνοντες ἐντολάς.
Σοφ. Σειρ. 10,19 Ποίον γένος είναι έντιμον και ένδοξον ενώπιον του Θεού; Το γένος των ανθρώπων. Ποίον γένος ανθρώπων και ποίοι άνθρωποι είναι έντιμοι και δοξασμένοι πλησίον του Θεού; Εκείνοι μόνον, που φοβούνται τον Κυριον. Ποίον γένος μεταξύ των ζώντων δημιουργημάτων είναι δυνατόν να καταντήση καταφρονημένον και άδοξον; Το γένος των ανθρώπων. Ποίοι από το γένος αυτό περιπίπτουν εις αδοξίαν και καταφρόνησιν; Εκείνοι που παραβαίνουν τας εντολάς του Θεού.
Σοφ. Σειρ. 10,20 ἐν μέσῳ ἀδελφῶν ὁ ἡγούμενος αὐτῶν ἔντιμος, καὶ οἱ φοβούμενοι Κύριον ἐν ὀφθαλμοῖς αὐτοῦ.
Σοφ. Σειρ. 10,20 Αρχων απολαμβάνει δικαίαν τιμήν και δόξαν εν μέσω μόνον ανθρώπων, που θεωρούν ο ένας τον άλλον αδελφόν των. Αυτός δε ας έχη πάντοτε προ οφθαλμών και ας τιμά εκείνους, που ευλαβούνται τον Κυριον.
Σοφ. Σειρ. 10,22 πλούσιος καὶ ἔνδοξος καὶ πτωχός, τὸ καύχημα αὐτῶν φόβος Κυρίου.
Σοφ. Σειρ. 10,22 Και δια τον πλούσιον και δια τον ένδοξον και δια τον πτωχόν το καύχημα πρέπει να είναι ο σεβασμός προς τον Θεόν.
Σοφ. Σειρ. 10,23 οὐ δίκαιον ἀτιμάσαι πτωχὸν συνετόν, καὶ οὐ καθήκει δοξάσαι ἄνδρα ἁμαρτωλόν.
Σοφ. Σειρ. 10,23 Δεν είναι δίκαιον να θεωρήται ανάξιος τιμής ο συνετός, διότι είναι πτωχός. Ούτε δε να τιμάται και να δοξάζεται ο αμαρτωλός άνθρωπος επειδή είναι πλούσιος.
Σοφ. Σειρ. 10,24 μεγιστὰν καὶ κριτὴς καὶ δυνάστης δοξασθήσεται, καὶ οὐκ ἔστιν αὐτῶν τις μείζων τοῦ φοβουμένου τὸν Κύριον.
Σοφ. Σειρ. 10,24 Οι μεγιστάνες και οι κριταί και οι άρχοντες δοξάζονται, αλλά κανείς από αυτούς δεν είναι ανώτερος από εκείνον, που φοβείται τον Κυριον.
Σοφ. Σειρ. 10,25 οἰκέτῃ σοφῷ ἐλεύθεροι λειτουργήσουσι, καὶ ἀνὴρ ἐπιστήμων οὐ γογγύσει.
Σοφ. Σειρ. 10,25 Ανθρωποι ελεύθεροι θα γίνουν υπηρέται εις δούλον σοφόν. Ο δε συνετός και μορφωμένος άνθρωπος δεν θα γογγύση δι' αυτό.
Η μετριοφροσύνη
Σοφ. Σειρ. 10,26 Μὴ σοφίζου ποιῆσαι τὸ ἔργον σου καὶ μὴ δοξάζου ἐν καιρῷ στενοχωρίας σου.
Σοφ. Σειρ. 10,26 Μη αλαζονεύεσαι, ότι θα κάμης έργα μεγάλα ανώτερα από τας δυνάμεις σου. Και εις καιρόν δυσκολιών και στενοχωριών μη επιδεικνύεσαι αποκρύπτων την πραγματικήν σου κατάστασιν.
Σοφ. Σειρ. 10,27 κρείσσων ἐργαζόμενος καὶ περισσεύων ἐν πᾶσιν ἢ περιπατῶν δοξαζόμενος καὶ ἀπορῶν ἄρτων.
Σοφ. Σειρ. 10,27 Καλύτερος είναι εκείνος, που εργάζεται και ετσι ανταποκρίνεται εις όλας αυτού τας βιοτικάς ανάγκας, παρά εκείνος που περιπατεί καυχησιολογών καθ' ον χρόνον στερείται και από αυτό το ψωμί του.
Σοφ. Σειρ. 10,28 τέκνον, ἐν πραΰτητι δόξασον τὴν ψυχήν σου καὶ δὸς αὐτῇ τιμὴν κατὰ τὴν ἀξίαν αὐτῆς.
Σοφ. Σειρ. 10,28 Παιδί μου, να τιμάς τον εαυτόν σου με την πραότητά σου και να αποδίδης στον εαυτόν σου την τιμήν και την θέσιν, που σου αξίζει.
Σοφ. Σειρ. 10,29 τὸν ἁμαρτάνοντα εἰς τὴν ψυχὴν αὐτοῦ τίς δικαιώσει; καὶ τίς δοξάσει τὸν ἀτιμάζοντα τὴν ζωὴν αὐτοῦ;
Σοφ. Σειρ. 10,29 Εκείνον που διαπράττει αμαρτήματα εναντίον της ψυχής του, ποιός θα ευρεθή να τον δικαιώση; Και ποιός θα δοξάση εκείνον, ο οποίος κατεξευτελίζει τον εαυτόν του με την απρεπή διαγωγήν του;
Σοφ. Σειρ. 10,30 πτωχὸς δοξάζεται δι᾿ ἐπιστήμην αὐτοῦ, καὶ πλούσιος δοξάζεται διὰ τὸν πλοῦτον αὐτοῦ.
Σοφ. Σειρ. 10,30 Ο πτωχός αποκτά δόξαν με την γνώσιν και μέ την σοφίαν του. Ο πλούσιος αποκτά δόξαν με τον πλούτον του. Προτιμότερος όμως είναι ο πρώτος.
Σοφ. Σειρ. 10,31 ὁ δεδοξασμένος ἐν πτωχείᾳ, καὶ ἐν πλούτῳ ποσαχῶς; καὶ ὁ ἄδοξος ἐν πλούτῳ, καὶ ἐν πτωχείᾳ ποσαχῶς;
Σοφ. Σειρ. 10,31 Εάν ο πτωχός είναι σοφός και δοξάζεται, πόσον περισσότερον θα δοξασθή όταν αποκτήση και πλούτον; Εάν ο πλούσιος δεν έχεη την δόξαν της σοφίας, πόσον άδοξος θα είναι, όταν καταντήση πτωχός;
321
Μη παρασύρεσαι από την εξωτερική εμφάνιση
Σοφ. Σειρ. 11,1 Σοφία ταπεινοῦ ἀνυψώσει κεφαλὴν αὐτοῦ, καὶ ἐν μέσῳ μεγιστάνων καθίσει αὐτόν.
Σοφ. Σειρ. 11,1 Η σοφία του ταπεινόφρονος ανθρώπου τον δοξάζει και τον τιμά, εν μέσω δε επισήμων ανθρώπων θα του δώση θέσιν.
Σοφ. Σειρ. 11,2 μὴ αἰνέσῃς ἄνδρα ἐν κάλλει αὐτοῦ καὶ μὴ βδελύξῃ ἄνθρωπον ἐν ὁράσει αὐτοῦ.
Σοφ. Σειρ. 11,2 Μη επαινέσης άνθρωπον δια την ωραιότητά του, ούτε και να αποστροφής άλλον άνθρωπον, διότι το πρόσωπόν του δεν είναι ωραίον.
Σοφ. Σειρ. 11,3 μικρὰ ἐν πετεινοῖς μέλισσα, καὶ ἀρχὴ γλυκασμάτων ὁ καρπὸς αὐτῆς.
Σοφ. Σειρ. 11,3 Η μέλισσα από απόψεως σωματικής εμφανίσεως και ισχύος είναι μικρά μεταξύ των πτερωτών, αλλά το προϊόν των κόπων της είναι εξαιρετικής γλυκύτητας.
Σοφ. Σειρ. 11,4 ἐν περιβολῇ ἱματίων μὴ καυχήσῃ καὶ ἐν ἡμέρᾳ δόξης μὴ ἐπαίρου· ὅτι θαυμαστὰ τὰ ἔργα Κυρίου, καὶ κρυπτὰ τὰ ἔργα αὐτοῦ ἐν ἀνθρώποις.
Σοφ. Σειρ. 11,4 Μη καυχάσαι δια τα ωραία ενδύματα, που φορείς, ούτε και να αλαζονεύεσαι εις ημέρας δόξης σου. Ιδού, ότι τα έργα του Κυρίου είναι θαυμαστά· και όμως τα πλείστα από τα έργα του μένουν άγνωστα μεταξύ των ανθρώπων.
Σοφ. Σειρ. 11,5 πολλοὶ τύραννοι ἐκάθισαν ἐπὶ ἐδάφους, ὁ δὲ ἀνυπονόητος ἐφόρεσε διάδημα.
Σοφ. Σειρ. 11,5 Πολλοί άρχοντες έχασαν τους θρόνους και την εξουσίαν των και εκάθησαν κάτω στο χώμα. Εκείνος δέ, τον οποίον δια την ασημότητά του κανείς ποτέ δεν εσκέφθη, εφόρεσε βασιλικόν στέμμα εις την κεφαλήν του.
Σοφ. Σειρ. 11,6 πολλοὶ δυνάσται ἠτιμάσθησαν σφόδρα, καὶ ἔνδοξοι παρεδόθησαν εἰς χεῖρας ἑτέρων.
Σοφ. Σειρ. 11,6 Πολλοί βασιλείς και άρχοντες έχασαν το στέμμα και την εξουσίαν των και περιέπεσαν εις ασημότητα, όπως επίσης και πολλοί ένδοξοι παρεδόθησαν εις χείρας άλλων ως δούλοι.
Σύνεση και σκέψη και όχι βιασύνη
Σοφ. Σειρ. 11,7 πρὶν ἐξετάσῃς, μὴ μέμψῃ· νόησον πρῶτον καὶ τότε ἐπιτίμα.
Σοφ. Σειρ. 11,7 Πριν ακριβώς εξετάσης και πληροφορηθής την αλήθειαν, μη κατηγορήσης. Πρώτα να κατανοήσης καλώς και κατόπιν να απευθύνης παρατηρήσεις και ελέγχους.
Σοφ. Σειρ. 11,8 πρὶν ἢ ἀκοῦσαι, μὴ ἀποκρίνου καὶ ἐν μέσῳ λόγων μὴ παρεμβάλλου.
Σοφ. Σειρ. 11,8 Πριν ακούσης και εννοήσης, μη δίδης απόκρισιν. Και όταν οι άλλοι ομιλούν, μη παρεμβαίνης, δια να τους διακόψης.
Σοφ. Σειρ. 11,9 περὶ πράγματος, οὗ οὐκ ἔστι σοι χρεία, μὴ ἔριζε καὶ ἐν κρίσει ἁμαρτωλῶν μὴ συνέδρευε.
Σοφ. Σειρ. 11,9 Δια ζητήματα, τα οποία δεν σε αφορούν, μη φιλονεικής, εις δε τας αντεγκλήσεις και τας δίκας των αμαρτωλών ανθρώπων μη ανακατεύεσαι.
Η εμπιστοσύνη στο Θεό
Σοφ. Σειρ. 11,10 Τέκνον, μὴ περὶ πολλὰ ἔστωσαν αἱ πράξεις σου· ἐὰν πληθυνῇς, οὐκ ἀθωωθήσῃ· καὶ ἐὰν διώκῃς, οὐ μὴ καταλάβῃς, καὶ οὐ μὴ ἐκφύγῃς διαδράς.
Σοφ. Σειρ. 11,10 Παιδί μου, μη εκτείνεσαι εις πολλά έργα και μάλιστα ανώτερα των δυνάμεών σου. Εάν πληθύνης τα έργα σου και τας ασχολίας σου, θα περιπέσης ενδεχομένως εις σφάλματα και δεν θα μείνης χωρίς ενόχην. Και εάν επιδιώκης να επιτύχης πολλά, δεν θα κατορθώσης να αποφύγης τας αποτυχίας.
Σοφ. Σειρ. 11,11 ἔστι κοπιῶν καὶ πονῶν καὶ σπεύδων, καὶ τόσῳ μᾶλλον ὑστερεῖται.
Σοφ. Σειρ. 11,11 Υπάρχουν άνθρωποι, οι οποίοι κοπιάζουν και μοχθούν και σπεύδουν συνεχώς, και όμως τόσον περισσότερον στερούνται.
Σοφ. Σειρ. 11,12 ἔστι νωθρὸς καὶ προσδεόμενος ἀντιλήψεως, ὑστερῶν ἰσχύϊ καὶ πτωχείᾳ περισσεύει· καὶ οἱ ὀφθαλμοὶ Κυρίου ἐπέβλεψαν αὐτῷ εἰς ἀγαθά, καὶ ἀνώρθωσεν αὐτὸν ἐκ ταπεινώσεως αὐτοῦ.
Σοφ. Σειρ. 11,12 Υπάρχουν εξ αντιθέτου άνθρωποι αδύνατοι, μειωμένης δραστηριότητος, οι οποίοι έχουν ανάγκην συμπαραστάσεως και βοηθείας των άλλων, υστερούν αυτοί εις δύναμιν και ευρίσκονται εις μεγάλην πτωχείαν. Εν τούτοις προς αυτούς ο Κυριος στρέφει με ευμένειαν τους οφθαλμούς του και τους ανορθώνει από την ταπεινήν και δύσκολον θέσιν των.
Σοφ. Σειρ. 11,13 καὶ ἀνύψωσε κεφαλὴν αὐτοῦ καὶ ἀπεθαύμασαν ἐπ᾿ αὐτῷ πολλοί.
Σοφ. Σειρ. 11,13 Ανυψώνει την κεφαλήν των τους τιμά και τους εμφανίζει μεταξύ των άλλων, ώστε πολλοί άνθρωποι να καταλαμβάνωνται από θαυμασμόν δι' αυτούς.
Σοφ. Σειρ. 11,14 ἀγαθὰ καὶ κακά, ζωὴ καὶ θάνατος, πτωχεία καὶ πλοῦτος παρὰ Κυρίου ἐστί.
Σοφ. Σειρ. 11,14 Τα καλά και τα δυσάρεστα, η ζωή και ο θάνατος, ο πλούτος και η πτωχεία, δίδονται και κατευθύνονται από τον Κυριον.
Σοφ. Σειρ. 11,17 δόσις Κυρίου παραμένει εὐσεβέσι, καὶ ἡ εὐδοκία αὐτοῦ εἰς τὸν αἰῶνα εὐοδωθήσεται.
Σοφ. Σειρ. 11,17 Αι δωρεαί του Θεού δίδονται και παραμένουν εις χείρας των ευσεβών. Η δε ευμενεία του Κυρίου προστατεύει και κατευοδώνει αυτούς στους αιώνας.
Σοφ. Σειρ. 11,18 ἔστι πλουτῶν ἀπὸ προσοχῆς καὶ σφιγγίας αὐτοῦ, καὶ αὕτη ἡ μερὶς τοῦ μισθοῦ αὐτοῦ.
Σοφ. Σειρ. 11,18 Υπάρχουν άνθρωποι, οι οποίοι πλουτούν, διότι έχουν ενδιαφέρον δια το χρήμα και διότι είναι σφιχτοχέρηδες. Ιδού όμως ποία θα είναι η αμοιβή των·
Σοφ. Σειρ. 11,19 ἐν τῷ εἰπεῖν αὐτόν· εὗρον ἀνάπαυσιν καὶ νῦν φάγομαι ἐκ τῶν ἀγαθῶν μου, καὶ οὐκ οἶδε τίς καιρὸς παρελεύσεται καὶ καταλείψει αὐτὰ ἑτέροις καὶ ἀποθανεῖται.
Σοφ. Σειρ. 11,19 Οταν θα είπουν “ευρήκα επιτέλους την ησυχίαν και ανάπαυσίν μου και τώρα θα τρώγω και θα απολαμβάνω τα αγαθά μου”, εν τούτοις δεν γνωρίζει επί πόσον καιρόν θα διαρκέση αυτή η κατάστασις και πότε θα εγκαταλείψη τα αγαθά του στους άλλους, διότι αυτός θα αποθάνη.
Σοφ. Σειρ. 11,20 στῆθι ἐν διαθήκῃ σου καὶ ὁμίλει ἐν αὐτῇ καὶ ἐν τῷ ἔργῳ σου παλαιώθητι.
Σοφ. Σειρ. 11,20 Συ όμως μένε προσηλωμένος στο έντιμον έργον, που έχεις αναλάβει. Αυτό να έχης σύντροφόν σου εις την καρδίαν και την διάνοιάν σου και γήρασε στο έργον σου αυτό.
Σοφ. Σειρ. 11,21 μὴ θαύμαζε ἐν ἔργοις ἁμαρτωλοῦ, πίστευε τῷ Κυρίῳ καὶ ἔμμενε τῷ πόνῳ σου· ὅτι κοῦφον ἐν ὀφθαλμοῖς Κυρίου διὰ τάχους ἐξάπινα πλουτίσαι πένητα.
Σοφ. Σειρ. 11,21 Μη καταπλήττεσαι δια τα έργα του αμαρτωλού. Συ έχε πίστιν και εμπιστοσύνην στον Κυριον και μένε σταθερός στο έργον σου, όσον κουραστικόν και αν είναι. Διότι είναι εύκολον στον Κυριον ταχύτατα και αμέσως να δώση πλούτη στον πτωχόν.
Σοφ. Σειρ. 11,22 εὐλογία Κυρίου ἐν μισθῷ εὐσεβοῦς, καὶ ἐν ὥρᾳ ταχινῇ ἀναθάλλει εὐλογίαν αὐτοῦ.
Σοφ. Σειρ. 11,22 Η ευλογία του Κυρίου είναι ο μισθός και η ανταμοιβή του ευσεβούς. Και εις στιγμήν χρόνου ημπορεί να κάμη, ώστε να αναθάλη και να καρποφορήση η ευλογία του.
Σοφ. Σειρ. 11,23 μὴ εἴπῃς· τίς ἐστί μου χρεία, καὶ τίνα ἀπὸ τοῦ νῦν ἔσται μου τὰ ἀγαθά;
Σοφ. Σειρ. 11,23 Μη είπης· “τι ανάγκην έχω πλέον, ποιά άλλα αγαθά ημπορώ από έδω και πέρα να έχω;”
Σοφ. Σειρ. 11,24 μὴ εἴπῃς· αὐτάρκη μοί ἐστι, καὶ τί ἀπὸ τοῦ νῦν κακωθήσομαι;
Σοφ. Σειρ. 11,24 Μη είπης· “αρκετά είναι αυτά, που έχω. Και ποίον κακόν η ποίαν δυστυχίαν έχω να φοβηθώ από τώρα και στο εξής;”
Σοφ. Σειρ. 11,25 ἐν ἡμέρᾳ ἀγαθῶν ἀμνησία κακῶν, καὶ ἐν ἡμέρᾳ κακῶν οὐ μνησθήσεται ἀγαθῶν·
Σοφ. Σειρ. 11,25 Εις περίοδον ευτυχίας και μέσα στον πλούτον των αγαθών δεν ενθυμείται κανείς τας θλίψεις και στενοχωρίας. Οπως επίσης και εις περίοδον στενοχωριών και συμφορών δεν ενθυμείται τα αγαθά, που είχεν άλλοτε.
Σοφ. Σειρ. 11,26 ὅτι κοῦφον ἔναντι Κυρίου ἐν ἡμέρᾳ τελευτῆς ἀποδοῦναι ἀνθρώπῳ κατὰ τὰς ὁδοὺς αὐτοῦ.
Σοφ. Σειρ. 11,26 Είναι όμως ευκολώτατον στον Κυριον κατά την ώραν του θανάτου να αποδώση στον κάθε άνθρωπον ανάλογα με τον τρόπον της ζωής του και με τα έργα του.
Σοφ. Σειρ. 11,27 κάκωσις ὥρας ἐπιλησμονὴν ποιεῖ τρυφῆς, καὶ ἐν συντελείᾳ ἀνθρώπου ἀποκάλυψις ἔργων αὐτοῦ.
Σοφ. Σειρ. 11,27 Μια ώρα στενοχωρίας και θλίψεως κάμνει τον άνθρωπον να λησμονήση τας ημέρας της ευτυχίας του. Κατά δε την ώραν του θανάτου του θα αποκαλυφθούν όλα αυτού τα έργα.
Σοφ. Σειρ. 11,28 πρὸ τελευτῆς μὴ μακάριζε μηδένα, καὶ ἐν τέκνοις αὐτοῦ γνωσθήσεται ἀνήρ.
Σοφ. Σειρ. 11,28 Δια τούτο προ του θανάτου μη καλοτυχίζης κανένα. Και εις τα τέκνα του, τα οποία θα τον κληρονομήσουν, θα δειχθή ο άνθρωπος, ποιός πραγματικά είναι.
Αποφυγή των κακών ανθρώπων
Σοφ. Σειρ. 11,29 Μὴ πάντα ἄνθρωπον εἴσαγε εἰς τὸν οἶκόν σου, πολλὰ γὰρ τὰ ἔνεδρα τοῦ δολίου.
Σοφ. Σειρ. 11,29 Μη εισάγης κάθε άνθρωπον στο σπίτι σου. Διότι πολλαί είναι αι παγίδες, τας οποίας στήνουν οι δόλιοι άνθρωποι.
Σοφ. Σειρ. 11,30 πέρδιξ θηρευτὴς ἐν καρτάλλῳ, οὕτως καρδία ὑπερηφάνου, καὶ ὡς ὁ κατάσκοπος ἐπιβλέπει πτῶσιν·
Σοφ. Σειρ. 11,30 Οπως η πέρδικα τίθεται στο κλουβί του κυνηγού ως δόλωμα, έτσι είναι η καρδιά, ο νους και η διάθεσις του υπερηφάνου, διότι ως κατάσκοπος αυτός παρακολουθεί και περιμένει την κατάρρευσίν σου.
Σοφ. Σειρ. 11,31 τὰ γὰρ ἀγαθὰ εἰς κακὰ μεταστρέφων ἐνεδρεύει καὶ ἐν τοῖς αἱρετοῖς ἐπιθήσει μῶμον.
Σοφ. Σειρ. 11,31 Αυτός ενεδρεύει και προσπαθεί να μεταβάλη τα καλά εις κακά, εναντίον δε των εκλεκτών και διακεκριμένων προσπαθεί να προσάψη κατηγορίας.
Σοφ. Σειρ. 11,32 ἀπὸ σπινθῆρος πυρὸς πληθύνεται ἀνθρακιά, καὶ ἄνθρωπος ἁμαρτωλὸς εἰς αἷμα ἐνεδρεύει.
Σοφ. Σειρ. 11,32 Από ένα σπινθήρα ανάπτει μεγάλη φωτιά· και ένας αμαρτωλός άνθρωπος στήνει ενέδρας, δια να χύση αίματα.
Σοφ. Σειρ. 11,33 πρόσεχε ἀπὸ κακούργου, πονηρὰ γὰρ τεκταίνει, μήποτε μῶμον εἰς τὸν αἰῶνα δῷ σοι.
Σοφ. Σειρ. 11,33 Πρόσεχε από τον κακοποιόν άνθρωπον, διότι αυτός πάντοτε καταστρώνει και θέτει εις ενέργειαν πονηρά σχέδια. Πρόσεχε, μήπως και εναντίον σου προσάψη κατηγορίαν άδικον, η οποία θα μείνη πάντοτε.
Σοφ. Σειρ. 11,34 ἐνοίκισον ἀλλότριον καὶ διαστρέψει σε ἐν ταραχαῖς, καὶ ἀπαλλοτριώσει σε τῶν ἰδίων σου.
Σοφ. Σειρ. 11,34 Βαλε ένα ξένον στο σπίτι σου και αυτός θα σε αναστατώση με τας ταραχάς, που θα υπεγείρη στον οίκον σου, και θα σε αποξενώση από τους ιδικούς σου ανθρώπους.
321
Οι ευεργεσίες
Σοφ. Σειρ. 12,1 Ἐὰν εὖ ποιῇς, γνῶθι τίνι ποιεῖς, καὶ ἔσται χάρις τοῖς ἀγαθοῖς σου.
Σοφ. Σειρ. 12,1 Εάν κάμνης ευεργεσίας, πρόσεχε εις ποίον τας κάμνεις, και θα εύρης τότε ευχαρίστησιν δι' αυτάς.
Σοφ. Σειρ. 12,2 εὖ ποίησον εὐσεβεῖ, καὶ εὑρήσεις ἀνταπόδομα καὶ εἰ μὴ παρ᾿ αὐτοῦ, ἀλλὰ παρὰ Ὑψίστου.
Σοφ. Σειρ. 12,2 Ευεργέτησε τον ευσεβή, άνθρωπον δηλαδή που αξίζει να ευεργετηθή, και θα εύρης από αυτόν ευγνώμονα ανταπόδοσιν. Αλλά και αν δεν εύρης από εκείνον, θα εύρης την ανταπόδοσιν του αγαθού από τον Θεόν.
Σοφ. Σειρ. 12,3 οὐκ ἔστιν ἀγαθὰ τῷ ἐνδελεχίζοντι εἰς κακὰ καὶ τῷ ἐλεημοσύνην μὴ χαριζομένῳ.
Σοφ. Σειρ. 12,3 Δεν είναι ορθόν και δίκαιον να ευεργετήται άνθρωπος, ο οποίος ισχυρογνωμόνως επιμένει στο κακόν. Οπως επίσης και εκείνος, ο οποίος, ενώ ημπορεί, δεν κάμνει ποτέ ελεημοσύνην.
Σοφ. Σειρ. 12,4 δὸς τῷ εὐσεβεῖ καὶ μὴ ἀντιλάβῃ τοῦ ἁμαρτωλοῦ.
Σοφ. Σειρ. 12,4 Δώσε την ελεημοσύνην σου στον ευσεβή και μη έρχεσαι εις βοήθειαν του αμετανοήτου αμαρτωλού.
Σοφ. Σειρ. 12,5 εὖ ποίησον τῷ ταπεινῷ καὶ μὴ δῷς ἀσεβεῖ· ἐμπόδισον τοὺς ἄρτους αὐτοῦ καὶ μὴ δῷς αὐτῷ, ἵνα μὴ ἐν αὐτοῖς σε δυναστεύσῃ· διπλάσια γὰρ κακὰ εὑρήσεις ἐν πᾶσιν ἀγαθοῖς, οἷς ἂν ποιήσῃς αὐτῷ.
Σοφ. Σειρ. 12,5 Ευεργέτησε τον ταπεινόν άνθρωπον και μη δώσης την ευεργεσίαν σου στον πωρωμένον ασεβή. Κράτησε τους άρτους σου, μη τους δίδης στον ασεβή, δια να μη σε καταδυναστεύση εκείνος με αυτούς. Διότι θα εύρης από αυτόν όχι ευγνωμοσύνην, αλλά διπλάσια κακά από τα αγαθά, τα οποία του έκαμες.
Σοφ. Σειρ. 12,6 ὅτι καὶ ὁ Ὕψιστος ἐμίσησεν ἁμαρτωλοὺς καὶ τοῖς ἀσεβέσιν ἀποδώσει ἐκδίκησιν.
Σοφ. Σειρ. 12,6 Διότι και αυτός ούτος ο Υψιστος μισεί και αποστρέφεται τους αμαρτωλούς. Και θα ανταποδώση στους ασεβείς την δικαίαν τιμωρίαν.
Σοφ. Σειρ. 12,7 δὸς τῷ ἀγαθῷ καὶ μὴ ἀντιλάβου τοῦ ἁμαρτωλοῦ.
Σοφ. Σειρ. 12,7 Πρόσφερε, λοιπόν, την βοήθειαν και ευεργεσίαν σου στον αγαθόν και μη έρχεσαι εις βοήθειαν του αμαρτωλού.
Αληθινοί και ψεύτικοι φίλοι
Σοφ. Σειρ. 12,8 Οὐκ ἐκδικηθήσεται ἐν ἀγαθοῖς ὁ φίλος καὶ οὐ κρυβήσεται ἐν κακοῖς ὁ ἐχθρός.
Σοφ. Σειρ. 12,8 Ο φίλος σου δεν θα σε φθονήση ούτε θα προσπαθήση να σε βλάψη, όταν ευτυχής· όπως επίσης και ο εχθρός σου δεν θα κρύψη την χαράν του, εάν περιπέσης εις δυστυχίαν.
Σοφ. Σειρ. 12,9 ἐν ἀγαθοῖς ἀνδρὸς οἱ ἐχθροὶ αὐτοῦ ἐν λύπῃ, καὶ ἐν τοῖς κακοῖς αὐτοῦ καὶ ὁ φίλος διαχωρισθήσεται.
Σοφ. Σειρ. 12,9 Οταν ένας ευτυχή και απολαμβάνη τα αγαθά του, οι εχθροί του στενοχωρούνται. Οταν όμως περιπέση εις συμφοράς και στενοχωρίας, τότε και αυτός ακόμη ο φίλος του είναι δυνατόν να τον εγκαταλείψη.
Σοφ. Σειρ. 12,10 μὴ πιστεύσῃς τῷ ἐχθρῷ σου εἰς τὸν αἰῶνα· ὡς γὰρ ὁ χαλκὸς ἰοῦται, οὕτως ἡ πονηρία αὐτοῦ.
Σοφ. Σειρ. 12,10 Μη δίδης ποτέ εμπιστοσύνην στον εχθρόν σου, διότι, όπως ο χαλκός οξειδώνεται και δεν φαίνεται το εσωτερικόν του, έτσι είναι και η πονηρία του εχθρού.
Σοφ. Σειρ. 12,11 καὶ ἐὰν ταπεινωθῇ καὶ πορεύηται συγκεκυφώς, ἐπίστησον τὴν ψυχήν σου καὶ φύλαξαι ἀπ᾿ αὐτοῦ καὶ ἔσῃ αὐτῷ ὡς ἐκμεμαχὼς ἔσοπτρον, καὶ γνώσῃ ὅτι οὐκ εἰς τέλος κατίωσε.
Σοφ. Σειρ. 12,11 Εάν αυτός ταπεινωθή ενώπιόν σου και βαδίζη με την κεφαλήν προς τα κάτω, πρόσεξε τον εαυτόν σου και φυλάξου από αυτόν. Να φερθής και να πράξης απέναντι αυτού, όπως κάμνεις, όταν έχης καθαρίσει ένα καθρέπτην. Η σκουριά χαι η υποκρισία του εχθρού σου δεν θα μείνη έως τέλος. Θα φανή αυτός που πραγματικά είναι.
Σοφ. Σειρ. 12,12 μὴ στήσῃς αὐτὸν παρὰ σεαυτῷ, μὴ ἀνατρέψας σε στῇ ἐπὶ τὸν τόπον σου· μὴ καθίσῃς αὐτὸν ἐκ δεξιῶν σου, μήποτε ζητήσῃ τὴν καθέδραν σου καὶ ἐπ᾿ ἐσχάτων ἐπιγνώσῃ τοὺς λόγους μου καὶ ἐπὶ τῶν ῥημάτων μου κατανυγήσῃ.
Σοφ. Σειρ. 12,12 Μη τοποθετήσης τον εχθρόν σου πλησίον σου, δια να μη σε ανατρέψη και καθίση εκείνος εις την θέσιν σου. Μη τον βάλης να καθίση εκ δεξιών σου, δια να μη επιζητήση εκείνος να σε εκτοπίση και καθίση στο κάθισμά σου. Ετσι δε πολύ αργά θα κατανοήσης την αξίαν των λόγων μου και θα λυπηθής, διότι δεν ήκουσες τας σύμβουλάς μου.
Σοφ. Σειρ. 12,13 τίς ἐλεήσει ἐπαοιδὸν ὀφιόδηκτον καὶ πάντας τοὺς προσάγοντας θηρίοις;
Σοφ. Σειρ. 12,13 Ποιός θα λυπηθή και θα δείξη οίκτον προς τον μάγον, που γοητεύει τα φίδια με τα άσματα του, όταν τον δαγκώση το φίδι η προς τους θηριοδαμαστάς, οι οποίοι πλησιάζουν τα θηρία;
Σοφ. Σειρ. 12,14 οὕτως τὸν προσπορευόμενον ἀνδρὶ ἁμαρτωλῷ καὶ συμφυρόμενον ἐν ταῖς ἁμαρτίαις αὐτοῦ.
Σοφ. Σειρ. 12,14 Ετσι συμβαίνει και με εκείνον, που αναστρέφεται και πορεύεται μαζή με αμαρτωλόν άνθρωπον και συμφύρεται με τας αμαρτίας εκείνου.
Σοφ. Σειρ. 12,15 ὥραν μετὰ σοῦ διαμενεῖ, καὶ ἐὰν ἐκκλίνῃς, οὐ μὴ καρτερήσῃ.
Σοφ. Σειρ. 12,15 Προσωρινώς μένει μαζή σου, όταν σε βλέπη να ίστασαι και έχη συμφέρον από σέ. Εάν όμως κλονισθής, δεν θα σε στηρίξη ούτε θα παραμείνη κοντά σου.
Σοφ. Σειρ. 12,16 καὶ ἐν τοῖς χείλεσιν αὐτοῦ γλυκανεῖ ὁ ἐχθρὸς καὶ ἐν τῇ καρδίᾳ αὐτοῦ βουλεύσεται ἀνατρέψαι σε εἰς βόθρον· ἐν ὀφθαλμοῖς αὐτοῦ δακρύσει ὁ ἐχθρός, καὶ ἐὰν εὕρῃ καιρόν, οὐκ ἐμπλησθήσεται ἀφ᾿ αἵματος.
Σοφ. Σειρ. 12,16 Ο εχθρός σου θα έχη πάντοτε γλυκά λόγια εις τα χείλη του· εις την καρδίαν του όμως θα σκέπτεται, να σε ανατρέψη και να σε ρίψη εις βόθρον. Ο εχθρός σου θα έχη υποκριτικά δάκρυα συμπαθείας εις τα μάτια του δια σέ. Εάν όμως εύρη ευκαιρίαν, δεν θα χορταίνη από το αίμα σου.
Σοφ. Σειρ. 12,17 κακὰ ἂν ὑπαντήσῃ σοι, εὑρήσεις αὐτὸν ἐκεῖ πρότερόν σου, καὶ ὡς βοηθῶν ὑποσχάσει πτέρναν σου·
Σοφ. Σειρ. 12,17 Εάν σου συμβή κάτι κακόν, θα εύρης αυτόν εκεί έμπροσθέν σου· και προσποιούμενος ότι σε βοηθεί, θα σε αρπάση από την πτέρναν, δια να σε ρίψη κάτω.
Σοφ. Σειρ. 12,18 κινήσει τὴν κεφαλὴν αὐτοῦ καὶ ἐπικροτήσει ταῖς χερσὶν αὐτοῦ καὶ πολλὰ διαψιθυρίσει καὶ ἀλλοιώσει τὸ πρόσωπον αὐτοῦ.
Σοφ. Σειρ. 12,18 Επειτα θα κινή εμπαικτικώς την κεφαλήν του, θα κτυπά με χαιρεκακίαν τας παλάμας του, θα ψιθυρίζη πολλά εις βάρος σου και θα μεταβάλη το πρόσωπόν του, ώστε να φανή μοχθηρόν, όπως εις την πραγματικότητα είναι.
321
Το ασυμβίβαστο μεταξύ πλουσίου και φτωχού.
Σοφ. Σειρ. 13,15 Πᾶν ζῷον ἀγαπᾷ τὸ ὅμοιον αὐτῷ καὶ πᾶς ἄνθρωπος τὸν πλησίον αὐτοῦ·
Σοφ. Σειρ. 13,15 Καθε ζώον αγαπώ το όμοιον προς αυτό. Ετσι και κάθε άνθρωπος αγαπά τον από κοινωνικής θέσεως και μορφώσεως όμοιόν του.
Σοφ. Σειρ. 13,16 πᾶσα σὰρξ κατὰ γένος συνάγεται, καὶ τῷ ὁμοίῳ αὐτοῦ προσκολληθήσεται ἀνήρ.
Σοφ. Σειρ. 13,16 Καθε ζώον εντάσσεται και αποτελεί ομάδα με αλλά ζώα του είδους του. Ετσι και κάθε άνθρωπος επικοινωνεί και προσκολλάται εις άλλους ομοίους του.
Σοφ. Σειρ. 13,17 τί κοινωνήσει λύκος ἀμνῷ; οὕτως ἁμαρτωλὸς πρὸς εὐσεβῆ.
Σοφ. Σειρ. 13,17 Ποία σχέσις και επικοινωνία είναι δυνατόν να υπάρχη μεταξύ λύκου και αρνίου; Ετσι μεταξύ αμαρτωλού και ευσεβούς ανθρώπου.
Σοφ. Σειρ. 13,18 τίς εἰρήνη ὑαίνῃ πρὸς κύνα; καὶ τίς εἰρήνη πλουσίῳ πρὸς πένητα;
Σοφ. Σειρ. 13,18 Ποία ειρηνική σχέσις και επικοινωνία είναι δυνατόν να υπάρχη ανάμεσα εις την ύαιναν και το σκυλί; Καμμία. Ποία κατ' αναλογίαν ειρηνική επικοινωνία και αναστροφή ημπορεί να υπάρχη μεταξύ ενός πλουσίου και ενός πτωχού;
Σοφ. Σειρ. 13,19 κυνήγια λεόντων ὄναγροι ἐν ἐρήμῳ, οὕτως νομαὶ πλουσίων πτωχοί.
Σοφ. Σειρ. 13,19 Οι λέοντες κυνηγούν αγρίους όνους εις ερήμους περιοχάς. Ετσι θήραμα και βοσκή των πλουσίων είναι οι πτωχοί.
Σοφ. Σειρ. 13,20 βδέλυγμα ὑπερηφάνῳ ταπεινότης, οὕτως βδέλυγμα πλουσίῳ πτωχός.
Σοφ. Σειρ. 13,20 Η ταπεινοφροσύνη είναι μισητή και αποκρουστική στον υπερήφανον. Ετσι αποκρουστικός είναι και ο πτωχός στον πλούσιον.
Σοφ. Σειρ. 13,21 πλούσιος σαλευόμενος στηρίζεται ὑπὸ φίλων, ταπεινὸς δὲ πεσὼν προσαπωθεῖται ὑπὸ φίλων.
Σοφ. Σειρ. 13,21 Οταν κάποιος πλούσιος κλονισθή, στηρίζεται από τους φίλους του. Οταν όμως ο πτωχός περιπέση εις δυστυχίαν, σπρώχνεται και από αυτούς τους φίλους του.
Σοφ. Σειρ. 13,22 πλουσίου σφαλέντος πολλοὶ ἀντιλήπτορες, ἐλάλησεν ἀπόῤῥητα καὶ ἐδικαίωσαν αὐτόν. ταπεινὸς ἔσφαλε καὶ προσεπετίμησαν αὐτῷ, ἐφθέγξατο σύνεσιν καὶ οὐκ ἐδόθη αὐτῷ τόπος.
Σοφ. Σειρ. 13,22 Οταν ένας πλούσιος περιπέση εις αποτυχίας, πολλοί θα τρέξουν να τον βοηθήσουν. Λέγει ανοησίες και λόγια, που δια συστολήν και εντροπήν δεν πρέπει να λέγωνται, και σπεύδουν όλοι να τον δικαιολογήσουν. Οταν όμως ο πτωχός υποπέση εις σφάλμα, όλοι τον παρατηρούν και τον ελέγχουν. Δεν ευρίσκει ακόμη θέσιν ούτε και όταν λέγη σοφά και συνετά λόγια.
Σοφ. Σειρ. 13,23 πλούσιος ἐλάλησε καὶ πάντες ἐσίγησαν, καὶ τὸν λόγον αὐτοῦ ἀνύψωσαν ἕως τῶν νεφελῶν. πτωχὸς ἐλάλησε καὶ εἶπαν· τίς οὗτος; κἂν προσκόψῃ, προσανατρέψουσιν αὐτόν.
Σοφ. Σειρ. 13,23 Ομιλεί ο πλούσιος και όλοι σιωπούν· εγκωμιάζουν τα λόγια του και τα ανυψώνουν έως τα σύννεφα του ουρανού. Ομιλεί ο πτωχός και εκείνοι περιφρονητικώς λέγουν αναμεταξύ των· “ποιός είναι αυτός που τολμά να ομιλή;” Εάν ο πτωχός σκοντάψη, θα τον ρίψουν κατά γης και θα τον ποδοπατήσουν.
Σοφ. Σειρ. 13,24 ἀγαθὸς ὁ πλοῦτος, ᾧ μή ἐστιν ἁμαρτία, καὶ πονηρὰ ἡ πτωχεία ἐν στόματι ἀσεβοῦς.
Σοφ. Σειρ. 13,24 Καλός είναι ο πλούτος μόνον εκεί, όπου δεν υπάρχει αμαρτία. Θεωρείται δε κακή και καταφρονητέα η πτωχεία μόνον από την καρδίαν και τα στόματα των ασεβών.
Σοφ. Σειρ. 13,25 Καρδία ἀνθρώπου ἀλλοιοῖ τὸ πρόσωπον αὐτοῦ, ἐάν τε εἰς ἀγαθὰ ἐάν τε εἰς κακά.
Σοφ. Σειρ. 13,25 Η καρδιά του ανθρώπου ανάλογα με το περιεχόμενόν της κάνει το πρόσωπόν του είτε ευχάριστον είτε σκυθρωπόν.
Σοφ. Σειρ. 13,26 ἴχνος καρδίας ἐν ἀγαθοῖς πρόσωπον ἱλαρόν, καὶ εὕρεσις παραβολῶν διαλογισμοὶ μετὰ κόπου.
Σοφ. Σειρ. 13,26 Εκφρασις καρδίας αγαθής είναι το γλυκύ και ευχάριστον πρόσωπον. Η εύρεσις και αποδοχή σοφών γνωμικών είναι ένα έργον, που απαιτεί κόπον.
321
Η αγαθή συνείδηση
Σοφ. Σειρ. 14,1 Μακάριος ἀνήρ, ὣς οὐκ ὠλίσθησεν ἐν στόματι αὐτοῦ καὶ οὐ κατενύγη ἐν λύπῃ ἁμαρτίας.
Σοφ. Σειρ. 14,1 Ευτυχής είναι ο άνθρωπος εκείνος, από το στόμα του οποίου δεν εξέφυγαν λόγια αμαρτωλά και ο οποίος, ως εκ τούτου, δεν είχε τύψεις συνειδήσεως και λύπην δι' αμαρτίας στόματός του.
Σοφ. Σειρ. 14,2 μακάριος οὗ οὐ κατέγνω ἡ ψυχὴ αὐτοῦ, καὶ ὃς οὐκ ἔπεσεν ἀπὸ τῆς ἐλπίδος αὐτοῦ.
Σοφ. Σειρ. 14,2 Μακάριος είναι ο άνθρωπος, τον οποίον δεν ελέγχει η συνείδησις και ο οποίος δεν έχει ξεπέσει και δεν έχει χάσει την ελπίδα του στον Θεόν.
Ζηλοφθονία και φιλαργυρία
Σοφ. Σειρ. 14,3 Ἀνδρὶ μικρολόγῳ οὐ καλὸς ὁ πλοῦτος, καὶ ἀνθρώπῳ βασκάνῳ ἱνατί χρήματα;
Σοφ. Σειρ. 14,3 Εις τον μικροπρεπή άνθρωπον δεν είναι καλός ο πλούτος. Εις άνθρωπον φθονερόν, που λυώνει από τον φθόνον του, τι χρειάζονται τα χρήματα;
Σοφ. Σειρ. 14,4 ὁ συνάγων ἀπὸ τῆς ψυχῆς αὐτοῦ συνάγει ἄλλοις, καὶ ἐν τοῖς ἀγαθοῖς αὐτοῦ τρυφήσουσιν ἕτεροι.
Σοφ. Σειρ. 14,4 Εκείνος που συνάγει χρήματα κάμνων μεγάλας οικονομίας εις βάρος της ζωής του, τα συγκεντρώνει δια τους άλλους. Και άλλοι είναι εκείνοι, οι οποίοι θα χαρούν και θα γλεντοκοπήσουν με τα αγαθά του.
Σοφ. Σειρ. 14,5 ὁ πονηρὸς ἑαυτῷ τίνι ἀγαθὸς ἔσται; καὶ οὐ μὴ εὐφρανθήσεται ἐν τοῖς χρήμασιν αὐτοῦ.
Σοφ. Σειρ. 14,5 Εκείνος που είναι κακός δια τον ίδιον τον εαυτόν του, εις ποίον είναι δυνατόν να φανή καλός; Αυτός δεν θα απολαύση και δεν θα χαρή τα αγαθά του.
Σοφ. Σειρ. 14,6 τοῦ βασκαίνοντος ἑαυτὸν οὐκ ἔστι πονηρότερος, καὶ τοῦτο ἀνταπόδομα τῆς κακίας αὐτοῦ·
Σοφ. Σειρ. 14,6 Δεν υπάρχει δυστυχέστερος άνθρωπος από τον ζηλόφθονον. Αυτό τούτο το πάθος του αποτελεί την τιμωρίαν της κακίας του.
Σοφ. Σειρ. 14,7 κἂν εὖ ποιῇ, ἐν λήθῃ ποιεῖ, καὶ ἐπ᾿ ἐσχάτων ἐκφαίνει τὴν κακίαν αὐτοῦ.
Σοφ. Σειρ. 14,7 Εάν δε τύχη και κάμη κάποιο καλόν, κατά λάθος το πράττει. Διότι στο τέλος θα φανερώση την κακίαν του.
Σοφ. Σειρ. 14,8 πονηρὸς ὁ βασκαίνων ὀφθαλμῷ, ἀποστρέφων πρόσωπον καὶ ὑπερορῶν ψυχάς.
Σοφ. Σειρ. 14,8 Κακός είναι εκείνος, ο οποίος με τα ίδια του τα μάτια εκδηλώνει τον φθόνον του, γυρίζει το πρόσωπόν του από εκείνους, που έχουν ανάγκην, και τους αντιπαρέρχεται με αδιαφορίαν.
Σοφ. Σειρ. 14,9 πλεονέκτου ὀφθαλμὸς οὐκ ἐμπίπλαται μερίδι, καὶ ἀδικία πονηρὰ ἀναξηραίνει ψυχήν.
Σοφ. Σειρ. 14,9 Το μάτι του πλεονέκτου δεν χορταίνει ποτέ με εκείνα, που έχει. Η δε αχόρταστος πλεονεξία, που τον ωθεί προς αδικίας, ξηραίνει κάθε τι καλόν από την ψυχήν του.
Σοφ. Σειρ. 14,10 ὀφθαλμὸς πονηρὸς φθονερὸς ἐπ᾿ ἄρτῳ καὶ ἐλλιπὴς ἐπὶ τῆς τραπέζης αὐτοῦ.
Σοφ. Σειρ. 14,10 Ο φθονερός οφθαλμός του φιλαργύρου τσιγκουνεύεται και αυτόν τον άρτον, ώστε ολιγοστός να παρατίθεται πάντοτε εις την τράπεζάν του.
Η καλή διαχείριση του μόχθου
Σοφ. Σειρ. 14,11 Τέκνον, καθὼς ἐὰν ἔχῃς, εὖ ποίει σεαυτὸν καὶ προσφορὰς Κυρίῳ ἀξίως πρόσαγε.
Σοφ. Σειρ. 14,11 Παιδί μου, ανάλογα με εκείνα, τα οποία έχεις, να περιποιήσαι τον εαυτόν σου, κατ' αξίαν δε να προσφέρης προς τον Κυριον θυσίας και δωρεάς.
Σοφ. Σειρ. 14,12 μνήσθητι ὅτι θάνατος οὐ χρονιεῖ καὶ διαθήκη ᾅδου οὐχ ὑπεδείχθη σοι·
Σοφ. Σειρ. 14,12 Εχε πάντοτε υπ' όψιν σου ότι ο θάνατος δεν θα αργήση να έλθη και καμμία συμφωνία με τον άδην δεν σου έχει αποκαλυφθή. Και άρα δεν γνωρίζεις την ώραν της εκδημίας σου.
Σοφ. Σειρ. 14,13 πρίν σε τελευτῆσαι, εὖ ποίει φίλῳ καὶ κατὰ τὴν ἰσχύν σου ἔκτεινον καὶ δῷς αὐτῷ.
Σοφ. Σειρ. 14,13 Πριν, λοιπόν, αποθάνης, κάμνε το καλόν στον φίλον σου και ανάλογα με την οικονομικήν σου δυνατότητα άπλωνε το χέρι σου και δίνε εις αυτόν.
Σοφ. Σειρ. 14,14 μὴ ἀφυστερήσῃς ἀπὸ ἀγαθῆς ἡμέρας, καὶ μερὶς ἐπιθυμίας ἀγαθῆς μή σε παρελθάτω.
Σοφ. Σειρ. 14,14 Μη απαρνήσαι την ευτυχίαν της παρούσης καλής ημέρας και μη αφήνης να σου διαφεύγουν αι παρά του Θεού επιτρεπόμενοι απολαύσεις.
Σοφ. Σειρ. 14,15 οὐχὶ ἑτέρῳ καταλείψεις τοὺς πόνους σου καὶ τοὺς κόπους σου εἰς διαίρεσιν κλήρου;
Σοφ. Σειρ. 14,15 Οταν αποθάνης, δεν θα αφήσης τους κόπους σου εις τα χέρια άλλων και όσα με την εργασίαν σου απέκτησες δεν θα τα αφήσης, να τα μοιρασθούν με κλήρον μεταξύ των οι κληρονόμοι;
Σοφ. Σειρ. 14,16 δὸς καὶ λάβε καὶ ἀπάτησον τὴν ψυχήν σου, ὅτι οὐκ ἔστιν ἐν ᾅδου ζητῆσαι τρυφήν.
Σοφ. Σειρ. 14,16 Δώσε και πάρε. Διδε ευκαιρίαν χαράς και αναψυχής εις την ζωήν σου, διότι στον άδην δεν θα αναζητήσης και δεν θα εύρης απόλαυσιν.
Σοφ. Σειρ. 14,17 πᾶσα σὰρξ ὡς ἱμάτιον παλαιοῦται, ἡ γὰρ διαθήκη ἀπ᾿ αἰῶνος· θανάτῳ ἀποθανῇ.
Σοφ. Σειρ. 14,17 Το σώμα του ανθρώπου γηράσκει, όπως παληώνει το φόρεμα. Ο θάνατος είναι η από αιώνος εντολή του Θεού. Και συ, λοιπόν, οπωσδήποτε θα αποθάνης.
Σοφ. Σειρ. 14,18 ὡς φύλλον θάλλον ἐπὶ δένδρου δασέος, τὰ μὲν καταβάλλει, ἄλλα δὲ φύει, οὕτως γενεὰ σαρκὸς καὶ αἵματος, ἡ μὲν τελευτᾷ, ἑτέρα δὲ γεννᾶται.
Σοφ. Σειρ. 14,18 Από το θαλλερόν φύλλωμα πυκνοφύλλου δένδρου άλλα μεν φύλλα πίπτουν, άλλα δε βλαστάνουν. Ετσι συμβαίνει και μεταξύ των γενεών των ανθρώπων, που έχουν σάρκα και αίμα· άλλη μεν γενεά αποθνήσκει, άλλη δε γεννάται.
Σοφ. Σειρ. 14,19 πᾶν ἔργον σηπόμενον ἐκλείπει, καὶ ὁ ἐργαζόμενος αὐτὸ μετ᾿ αὐτοῦ ἀπελεύσεται.
Σοφ. Σειρ. 14,19 Ωσάν το φύλλον κάθε έργον πονηρού ανθρώπου σαπίζει και εξαφανίζεται· μαζή δέ με αυτό περνάει και εξαφανίζεται και φεύγει και ο άνθρωπος, που το έπραξε.
Η μακαριότητα του σοφού.
Σοφ. Σειρ. 14,20 Μακάριος ἀνήρ, ὃς ἐν σοφίᾳ τελευτήσει καὶ ὃς ἐν συνέσει αὐτοῦ διαλεχθήσεται,
Σοφ. Σειρ. 14,20 Ευτυχής ο άνθρωπος, ο οποίος θα τελευτήση μελετών τας αληθείας αυτάς με σοφίαν και ο οποίος συλλογίζεται και σκέπτεταί με σύνεσιν.
Σοφ. Σειρ. 14,21 ὁ διανοούμενος τὰς ὁδοὺς αὐτῆς ἐν καρδίᾳ αὐτοῦ, καὶ ἐν τοῖς ἀποκρύφοις αὐτῆς νοηθήσεται.
Σοφ. Σειρ. 14,21 Αυτός, που σκέπτεται στο βάθος της καρδίας του τας εντολάς της θείας σοφίας, αυτός και κατανοεί τα απόκρυφα και άρρητα αυτής νοήματα.
Σοφ. Σειρ. 14,22 ἔξελθε ὀπίσω αὐτῆς ὡς ἰχνευτής, καὶ ἐν ταῖς εἰσόδοις αὐτῆς ἐνέδρευε.
Σοφ. Σειρ. 14,22 Εβγα από το σπίτι σου, ωσάν ανιχνευτής, ακολούθησε τους δρόμους της σοφίας πίσω από αυτήν και στήσε ενέδραν εις την είσοδον του οίκου της.
Σοφ. Σειρ. 14,23 ὁ παρακύπτων διὰ τῶν θυρίδων αὐτῆς καὶ ἐπὶ τῶν θυρωμάτων αὐτῆς ἀκροάσεται.
Σοφ. Σειρ. 14,23 Εκείνος, που σκύβει και παρατηρεί από τα παράθυρά της, αυτός και θα ακροασθή σοφά πράγματα από τας θύρας της.
Σοφ. Σειρ. 14,24 ὁ καταλύων σύνεγγυς τοῦ οἴκου αὐτῆς καὶ πήξει πάσσαλον ἐν τοῖς τοίχοις αὐτῆς,
Σοφ. Σειρ. 14,24 Αυτός, που κατοικεί κοντά στον οίκον της και καρφώνει τον πάσσαλον της σκηνής του στον τοίχον της,
Σοφ. Σειρ. 14,25 στήσει τὴν σκηνὴν αὐτοῦ κατὰ χεῖρας αὐτῆς καὶ καταλύσει ἐν καταλύματι ἀγαθῶν·
Σοφ. Σειρ. 14,25 στήνει δε την σκηνήν του εκεί, όπου φθάνουν τα χέρια της, αυτός θα έχη το κατάλυμά του πλήρες από αγαθά.
Σοφ. Σειρ. 14,26 θήσει τὰ τέκνα αὐτοῦ ἐν τῇ σκέπῃ αὐτῆς καὶ ὑπὸ τοὺς κλάδους αὐτῆς αὐλισθήσεται·
Σοφ. Σειρ. 14,26 Θα θέση τα τέκνα του υπό την σκέπην και την προστασίαν της σοφίας, κάτω δε από τους κλάδους του δένδρου της θα καταυλισθή.
Σοφ. Σειρ. 14,27 σκεπασθήσεται ὑπ᾿ αὐτῆς ἀπὸ καύματος καὶ ἐν τῇ δόξῃ αὐτῆς καταλύσει.
Σοφ. Σειρ. 14,27 Θα σκεπασθή από αυτήν και θα προφυλαχθή από το καύμα του ηλίου. Θα μείνη και θα αναπαυθή μέσα εις την δόξαν της.
321
Μόνο οι δίκαιοι βρίσκουν τη σοφία
Σοφ. Σειρ. 15,1 Ὁ φοβούμενος Κύριον ποιήσει αὐτό, καὶ ὁ ἐγκρατὴς τοῦ νόμου καταλήψεται αὐτήν·
Σοφ. Σειρ. 15,1 Εκείνος που φοβείται τον Κυριον, θα κάμη αυτό, το οποίον η σοφία του υποδεικνύει. Αυτός δέ που γνωρίζει και εφαρμόζει τον Νομον του Θεού, θα καταλάβη και θα κάμη κτήμα του την σοφίαν.
Σοφ. Σειρ. 15,2 καὶ ὑπαντήσεται αὐτῷ ὡς μήτηρ καὶ ὡς γυνὴ παρθενίας προσδέξεται αὐτόν.
Σοφ. Σειρ. 15,2 Αυτή θα τον προαπαντήση και θα τον υποδεχθή, όπως υποδέχεται η μητέρα το τέκνον της και όπως υποδέχεται η νεαρά παρθένος σύζυγος τον συζυγόν της.
Σοφ. Σειρ. 15,3 ψωμιεῖ αὐτὸν ἄρτον συνέσεως καὶ ὕδωρ σοφίας ποτίσει αὐτόν.
Σοφ. Σειρ. 15,3 Θα τον χορτάση με άρτον συνέσεως, θα τον ποτίση με το ύδωρ της σοφίας.
Σοφ. Σειρ. 15,4 στηριχθήσεται ἐπ᾿ αὐτὴν καὶ οὐ μὴ κλιθῇ, καὶ ἐπ᾿ αὐτῆς ἐφέξει καὶ οὐ μὴ καταισχυνθῇ·
Σοφ. Σειρ. 15,4 Αυτός δε θα στηριχθή εις αυτήν και έτσι δεν θα κλονισθή ποτέ. Θα την κρατήση σταθερά και θα προσκολληθή εις αυτήν και έτσι δεν θα ντροπιασθή ποτέ.
Σοφ. Σειρ. 15,5 καὶ ὑψώσει αὐτὸν παρὰ τοὺς πλησίον αὐτοῦ καὶ ἐν μέσῳ ἐκκλησίας ἀνοίξει στόμα αὐτοῦ.
Σοφ. Σειρ. 15,5 Θα τον ανυψώση υπεράνω από τους γύρω του ανθρώπους και εν μέσω συνάξεως του λαού θα ανοίξη το στόμα του δια να ομιλήση τα πρέποντα.
Σοφ. Σειρ. 15,6 εὐφροσύνην καὶ στέφανον ἀγαλλιάματος καὶ ὄνομα αἰώνιον κατακληρονομήσει.
Σοφ. Σειρ. 15,6 Η σοφία θα δώση ως κληρονομίαν της εις αυτόν χαράν, στέφανον αγαλλιάσεως και όνομα αιώνιον και ένδοξον.
Σοφ. Σειρ. 15,7 οὐ μὴ καταλήψονται αὐτὴν ἄνθρωποι ἀσύνετοι, καὶ ἄνδρες ἁμαρτωλοὶ οὐ μὴ ἴδωσιν αὐτήν·
Σοφ. Σειρ. 15,7 Οι μωροί και ασεβείς δεν θα απολαύσουν σοφίαν, ούτε οι αμαρτωλοί άνθρωποι θα την αντικρύσουν.
Σοφ. Σειρ. 15,8 μακράν ἐστιν ὑπερηφανίας, καὶ ἄνδρες ψεῦσται οὐ μὴ μνησθήσονται αὐτῆς.
Σοφ. Σειρ. 15,8 Διότι η σοφία ευρίσκεται μακράν από την υπερηφάνειαν και οι άνθρωποι του ψεύδους ούτε καν και θα την ενθυμηθούν.
Σοφ. Σειρ. 15,9 Οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ, ὅτι οὐ παρὰ Κυρίου ἀπεστάλη·
Σοφ. Σειρ. 15,9 Δεν ταιριάζει και ούτε ενθρονίζεται ωραίος ύμνος στο στόμα του αμαρτωλού. Τέτοιος ύμνος δεν του έχει αποσταλή από τον Κυριον.
Σοφ. Σειρ. 15,10 ἐν γὰρ σοφίᾳ ῥηθήσεται αἶνος, καὶ ὁ Κύριος εὐοδώσει αὐτόν.
Σοφ. Σειρ. 15,10 Διότι εις την αληθινήν σοφίαν εκφράζεται ο αίνος προς τον Θεόν και ο Κυριος στέλλει και κατευοδώνει αυτόν.
Η ανθρώπινη ελευθερία
Σοφ. Σειρ. 15,11 μὴ εἴπῃς ὅτι διὰ Κύριον ἀπέστην· ἃ γὰρ ἐμίσησεν, οὐ ποιήσεις.
Σοφ. Σειρ. 15,11 Μη είπης, ότι, εάν εγώ απεμακρύνθην από την σοφίαν και τας θείας εντολάς, το έπραξα δια τον Κυριον. Διότι, εκείνο το οποίον αυτός μισεί, συ ποτέ δεν πρέπει να το πράξης.
Σοφ. Σειρ. 15,12 μὴ εἴπῃς ὅτι αὐτός με ἐπλάνησεν· οὐ γὰρ χρείαν ἔχει ἀνδρὸς ἁμαρτωλοῦ.
Σοφ. Σειρ. 15,12 Μη είπης ποτέ ότι ο Θεός με έσυρε εις την πλάνην και με έκαμεν αμαρτωλόν· διότι ο Θεός δεν έχει ανάγκην από αμαρτωλόν άνθρωπον.
Σοφ. Σειρ. 15,13 πᾶν βδέλυγμα ἐμίσησε Κύριος, καὶ οὐκ ἔστιν ἀγαπητὸν τοῖς φοβουμένοις αὐτόν.
Σοφ. Σειρ. 15,13 Καθε βδελυρόν και αηδιαστικόν αμάρτημα το μισεί ο Κυριος· όσοι δε τον φοφούνται αποστρέφονται το κακόν.
Σοφ. Σειρ. 15,14 αὐτὸς ἐξ ἀρχῆς ἐποίησεν ἄνθρωπον καὶ ἀφῆκεν αὐτὸν ἐν χειρὶ διαβουλίου αὐτοῦ.
Σοφ. Σειρ. 15,14 Αυτός απ' αρχής εδημιούργησεν ελεύθερον τον άνθρωπον και τον αφήκεν εις την ελευθέραν αυτού θέλησιν και διάθεσιν.
Σοφ. Σειρ. 15,15 ἐὰν θέλῃς, συντηρήσεις ἐντολὰς καὶ πίστιν ποίησαι εὐδοκίας.
Σοφ. Σειρ. 15,15 Εάν θέλης, θα τηρήσης τας εντολάς του και θα πράξης όσα είναι ευδοκία πίστεως.
Σοφ. Σειρ. 15,16 παρέθηκέ σοι πῦρ καὶ ὕδωρ· οὗ ἐὰν θέλῃς, ἐκτενεῖς τὴν χεῖρά σου.
Σοφ. Σειρ. 15,16 Ενώπιόν σου έθεσε φωτιά και νερό, όπου θέλεις ημπορείς να απλώσης ελευθέρως το χέρι σου.
Σοφ. Σειρ. 15,17 ἔναντι ἀνθρώπων ἡ ζωὴ καὶ ὁ θάνατος, καὶ ὃ ἐὰν εὐδοκήσῃ, δοθήσεται αὐτῷ.
Σοφ. Σειρ. 15,17 Ενώπιον των ανθρώπων υπάρχει η ζωή και ο θάνατος και εκείνο το οποίον κανείς θα θελήση και θα προτιμήση, θα του δοθή.
Σοφ. Σειρ. 15,18 ὅτι πολλὴ σοφία τοῦ Κυρίου· ἰσχυρὸς ἐν δυναστείᾳ καὶ βλέπων τὰ πάντα,
Σοφ. Σειρ. 15,18 Πολλή είναι η σοφία του Κυρίου. Αυτός είναι ισχυρός και παντοδύναμος και επιβλέπει τα πάντα.
Σοφ. Σειρ. 15,19 καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν, καὶ αὐτὸς ἐπιγνώσεται πᾶν ἔργον ἀνθρώπου.
Σοφ. Σειρ. 15,19 Οι οφθαλμοί αυτού είναι εστραμμένοι προστατευτικώς εις εκείνους, που τον φοβούνται, και αυτός βλέπει, εξετάζει και γνωρίζει καλά κάθε έργον ανθρώπου.
Σοφ. Σειρ. 15,20 καὶ οὐκ ἐνετείλατο οὐδενὶ ἀσεβεῖν καὶ οὐκ ἔδωκεν ἄνεσιν οὐδενὶ ἁμαρτάνειν.
Σοφ. Σειρ. 15,20 Εις κανένα δεν έδωσε την εντολήν να είναι ασεβής και εις κανένα δεν έδωσε το δικαίωμα να διαπράττη αμαρτίας.
321
Το κακό τέλος των ασεβών
Σοφ. Σειρ. 16,1 Μὴ ἐπιθύμει τέκνων πλῆθος ἀχρήστων, μὴ εὐφραίνου ἐπὶ υἱοῖς ἀσεβέσιν.
Σοφ. Σειρ. 16,1 Μη επιθυμής πλήθος απογόνων, οι οποίοι δεν θα είναι ικανοί εις τίποτε και μη ευφραίνεσαι δια τα παιδιά σου τα ασεβή.
Σοφ. Σειρ. 16,2 ἐὰν πληθύνωσι, μὴ εὐφραίνου ἐπ᾿ αὐτοῖς, εἰ μή ἐστι φόβος Κυρίου μετ᾿ αὐτῶν.
Σοφ. Σειρ. 16,2 Εάν πληθυνθον, μη ευφρανθής δι' αυτά, έκτος εάν εις τας καρδίας τΩν υπάρχη ο φόβος του Κυρίου.
Σοφ. Σειρ. 16,3 μὴ ἐμπιστεύσῃς τῇ ζωῇ αὐτῶν καὶ μὴ ἔπεχε ἐπὶ τὸ πλῆθος αὐτῶν· κρείσσων γὰρ εἷς ἢ χίλιοι, καὶ ἀποθανεῖν ἄτεκνον ἢ ἔχειν τέκνα ἀσεβῆ.
Σοφ. Σειρ. 16,3 Μη ελπίζης μακράν και ευτυχισμένην την ζωήν αυτών, και μη στηρίζεσαι στο πλήθος των. Προτιμότερος είναι ένας ευσεβής παρά χίλιοι ασεβείς. Και είναι προτιμότερον να αποθάνη κανείς άτεκνος, παρά να έχη παιδιά ασεβή και αμαρτωλά.
Σοφ. Σειρ. 16,4 ἀπὸ γὰρ ἑνὸς συνετοῦ συνοικισθήσεται πόλις, φυλὴ δὲ ἀνόμων ἐρημωθήσεται.
Σοφ. Σειρ. 16,4 Διότι ενας μυαλωμένος και του Θεού άνθρωπος ημπορεί να γεμίση από πλήθος ανθρώπων μίαν πόλιν. Ολόκληρος δε φυλή ανόμων και αμαρτωλών ανθρώπων θα εξολοθρευθή και θα ερημωθή.
Σοφ. Σειρ. 16,5 πολλὰ τοιαῦτα ἑώρακα ἐν ὀφθαλμοῖς μου, καὶ ἰσχυρότερα τούτων ἀκήκοε τὸ οὖς μου.
Σοφ. Σειρ. 16,5 Πολλά τέτοια γεγονότα είδα με τα μάτια μου και ακόμη σπουδαιότερα από αυτά ήκουσαν τα αυτιά μου.
Σοφ. Σειρ. 16,6 ἐν συναγωγῇ ἁμαρτωλῶν ἐκκαυθήσεται πῦρ, καὶ ἐν ἔθνει ἀπειθεῖ ἐξεκαύθη ὀργή.
Σοφ. Σειρ. 16,6 Εις συγκέντρωσιν αμαρτωλών θα ανάψη φωτιά, δια να τους κατακαύση, και εναντίον έθνους, που δεν υπακούει εις τας θείας εντολάς, ωσάν πυρκαϊά θα εκσπάση η οργή του Θεού.
Σοφ. Σειρ. 16,7 οὐκ ἐξιλάσατο περὶ τῶν ἀρχαίων γιγάντων, οἳ ἀπέστησαν τῇ ἰσχύϊ αὐτῶν·
Σοφ. Σειρ. 16,7 Ο Θεός δεν εξιλεώθη και δεν συνεχώρησε τους αρχαίους εκείνους γίγαντας, οι οποίοι, έχοντες πεποίθησιν εις την δύναμίν των, απεμακρύνθησαν από αυτόν.
Σοφ. Σειρ. 16,8 οὐκ ἐφείσατο περὶ τῆς παροικίας Λώτ, οὓς ἐβδελύξατο διὰ τὴν ὑπερηφανίαν αὐτῶν·
Σοφ. Σειρ. 16,8 Δεν ελυπήθη την πόλιν, εις την οποίαν κατοικούσε ο Λωτ. Τους κατοίκους αυτής τους απεστράφη και τους εμίσησε δια την υπερηφάνειάν των.
Σοφ. Σειρ. 16,9 οὐκ ἠλέησεν ἔθνος ἀπωλείας, τοὺς ἐξῃρμένους ἐν ἁμαρτίαις αὐτῶν·
Σοφ. Σειρ. 16,9 Δεν ηλέησεν έθνος, το οποίον εκουσίως εβάδισε τον δρόμον της απωλείας, τους ανθρώπους που αλαζονεύθησαν μέσα εις τας αμαρτίας των.
Σοφ. Σειρ. 16,10 καὶ οὕτως ἑξακοσίας χιλιάδας πεζῶν τοὺς ἐπισυναχθέντας ἐν σκληροκαρδίᾳ αὐτῶν.
Σοφ. Σειρ. 16,10 Και έτσι δεν ηλέησεν ο Κυριος αυτούς, αλλά εξωλόθρευσεν εξακοσίας χιλιάδας ανδρών Εβραίων εις την έρημον, οι οποίοι εν τη σκληροκαρδία των είχαν συσσωματωθή απειθούντες προς τον Κυριον.
Σοφ. Σειρ. 16,11 κἂν ᾖ εἷς σκληροτράχηλος, θαυμαστὸν τοῦτο εἰ ἀθωωθήσεται· ἔλεος γὰρ καὶ ὀργὴ παρ᾿ αὐτῷ, δυνάστης ἐξιλασμῶν καὶ ἐκχέων ὀργήν.
Σοφ. Σειρ. 16,11 Εάν δε έστω και ένας σκληροτράχηλος υπάρξη, θα είναι θαυμαστόν, εάν διαφύγη την τιμωρίαν. Διότι στον Κυριον υπάρχει βεβαίως το έλεος, αλλά και η δικαία οργή. Ο Κυριος είναι ο άρχων και ο χορηγός των οικτιρμών, άλλα και αφήνει να εκσπά η οργή του εναντίον των αμετανοήτων αμαρτωλών.
Σοφ. Σειρ. 16,12 κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ, οὕτως καὶ πολὺς ὁ ἔλεγχος αὐτοῦ· ἄνδρα κατὰ τὰ ἔργα αὐτοῦ κρίνει.
Σοφ. Σειρ. 16,12 Οσον μέγα είναι το έλεός του, τόσον μεγάλη είναι και η δικαία τιμωρία, που στέλλει. Αυτός κρίνει τον καθένα άνθρωπον κατά τα έργα του.
Σοφ. Σειρ. 16,13 οὐκ ἐκφεύξεται ἐν ἁρπάγμασιν ἁμαρτωλός, καὶ οὐ μὴ καθυστερήσῃ ὑπομονὴν εὐσεβοῦς.
Σοφ. Σειρ. 16,13 Ο αμαρτωλός με τας αρπαγάς του δεν θα διαφύγη την δικαίαν παρά Θεού τιμωρίαν και δεν θα καθυστερήση ο Κυριος να βραβεύση την υπομονήν του ευσεβούς.
Σοφ. Σειρ. 16,14 πάσῃ ἐλεημοσύνῃ ποιήσει τόπον, ἕκαστος κατὰ τὰ ἔργα αὐτοῦ εὑρήσει.
Σοφ. Σειρ. 16,14 Πρυς πάσαν κατεύθυνσιν θα σκορπίση ο Κυριος το έλεός του, αλλά ο καθένας θα εύρη κατά τα έργα του.
Σοφ. Σειρ. 16,15 [Κύριος ἐσκλήρυνε Φαραὼ μὴ εἰδέναι αὐτόν, ὅπως ἂν γνωσθῇ ἐνεργήματα αὐτοῦ τῇ ὑπ᾿ οὐρανόν.
Σοφ. Σειρ. 16,15 Ο Κυριος αφήκε να σκληρυνθή η καρδία του Φαραώ, ώστε να μη γνωρίση τον αληθινόν Θεόν, δια να γίνουν έτσι φανερά εις όλην την γην τα έργα του Κυρίου.
Σοφ. Σειρ. 16,16 πάσῃ τῇ κτίσει τὸ ἔλεος αὐτοῦ φανερόν, καὶ τὸ φῶς αὐτοῦ καὶ τὸ σκότος ἐμέρισε τῷ ἀδάμαντι].
Σοφ. Σειρ. 16,16 Το έλεός του είναι ολοφάνερον εις όλην την δημιουργίαν. Ωσάν δέ με διαμάντι διεχώρισε το φως από το σκότος.
Η βεβαιότητα της ανταπόδωσης
Σοφ. Σειρ. 16,17 μὴ εἴπῃς, ὅτι ἀπὸ Κυρίου κρυβήσομαι, μὴ ἐξ ὕψους τίς μου μνησθήσεται; ἐν λαῷ πλείονι οὐ μὴ γνωσθῶ, τίς γὰρ ἡ ψυχή μου ἐν ἀμετρήτῳ κτίσει;
Σοφ. Σειρ. 16,17 Μη είπης· “εγώ θα κρυφθώ από το βλέμμα του Κυρίου. Μηπως τάχα και από τα ύψη του ουρανού υπάρχει κανείς, που θα ενθυμηθή εμέ τον άνθρωπον της γης; Μέσα δε εις τα πλήθη του λαού κανείς δεν θα με γνωρίση. Και τι είμαι εγώ μέσα εις την απέραντον δημιουργίαν;”
Σοφ. Σειρ. 16,18 ἰδοὺ ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ, ἄβυσσος καὶ γῆ σαλευθήσονται ἐν τῇ ἐπισκοπῇ αὐτοῦ.
Σοφ. Σειρ. 16,18 Ιδού, ο ουρανός της γης και ο άλλος, ο απέραντος ουρανός του σύμπαντος, ιδού η άβυσσος της θαλάσσης και η γη κλονίζονται, όταν ρίψη το βλέμμα του ο Κυριος επάνω εις αυτά.
Σοφ. Σειρ. 16,19 ἅμα τὰ ὄρη καὶ τὰ θεμέλια τῆς γῆς ἐν τῷ ἐπιβλέψαι εἰς αὐτὰ τρόμῳ συσσείονται,
Σοφ. Σειρ. 16,19 Συγχρόνως τα όρη και τα θεμέλια της γης καταλαμβάνονται από τρόμον και συγκλονίζονται από σεισμόν, όταν ο Κυριος ρίψη προς αυτά άγριον το βλέμμα του.
Σοφ. Σειρ. 16,20 καὶ ἐπ᾿ αὐτοῖς οὐ διανοηθήσεται καρδία· καὶ τὰς ὁδοὺς αὐτοῦ τίς ἐνθυμηθήσεται;
Σοφ. Σειρ. 16,20 Αλλά όλα αυτά δεν τα σκέπτεται η καρδία του ανθρώπου. Ποιός ενδιαφέρεται και ποιός σκέπτεται τας οδούς του Κυρίου;
Σοφ. Σειρ. 16,21 καὶ καταιγίς, ἣν οὐκ ὄψεται ἄνθρωπος, τὰ δὲ πλείονα τῶν ἔργων αὐτοῦ ἐν ἀποκρύφοις.
Σοφ. Σειρ. 16,21 Και αυτή η ορατή και αισθητή καταιγίς αγνοείται από τον άνθρωπον. Τα πλείστα άλλωστε από τα έργα του Θεού παραμένουν άγνωστα και μυστηριώδη δια τον άνθρωπον.
Σοφ. Σειρ. 16,22 ἔργα δικαιοσύνης τίς ἀναγγελεῖ ἢ τίς ὑπομενεῖ; μακρὰν γὰρ ἡ διαθήκη.
Σοφ. Σειρ. 16,22 Τα έργα της θείας δικαιοσύνης ποιός τα αναγγέλλει η ποιός τα περιμένει μέχρι τέλους; Διότι ο Νομος και αι υποσχέσστου Κυρίου ευρίσκονται μακράν από τον άνθρωπον.
Σοφ. Σειρ. 16,23 ἐλαττούμενος καρδίᾳ διανοεῖται ταῦτα, καὶ ἀνὴρ ἄφρων καὶ πλανώμενος διανοεῖται μωρά.
Σοφ. Σειρ. 16,23 Αυτά σκέπτεται ο μικρόμυαλος και στενόκαρδος άνθρωπος. Ασύνετος και πλανώμενος σκέπτεται τοιαύτας μωρίας.
Ο άνθρωπος μέσα στη δημιουργία.
Σοφ. Σειρ. 16,24 Ἄκουσόν μου, τέκνον, καὶ μάθε ἐπιστήμην καὶ ἐπὶ τῶν λόγων μου πρόσεχε τῇ καρδίᾳ σου.
Σοφ. Σειρ. 16,24 Παιδί μου, άκουσέ με· μάθε την αληθινήν γνώσιν και στους λόγους μου ας δώση προσοχήν η καρδία σου.
Σοφ. Σειρ. 16,25 ἐκφανῶ ἐν σταθμῷ παιδείαν καὶ ἐν ἀκριβείᾳ ἀπαγγελῶ ἐπιστήμην.
Σοφ. Σειρ. 16,25 Θα φανερώσω ολοκάθαρα εις σε με ακριβές ζύγι την αληθινήν παιδείαν και μόρφωσιν και με επιμέλειαν και λεπτομέρειαν θα διακηρύξω ενώπιόν σου την επιστήμην.
Σοφ. Σειρ. 16,26 ἐν κρίσει Κυρίου τὰ ἔργα αὐτοῦ ἀπ᾿ ἀρχῆς, καὶ ἀπὸ ποιήσεως αὐτῶν διέστειλε μερίδας αὐτῶν.
Σοφ. Σειρ. 16,26 Με την πάνσοφον κρίσιν του Κυρίου έγιναν απ' αρχής όλα τα έργα του. Και απ' αρχής της δημιουργίας καθώρισε δια το καθένα την θέσιν και τον προορισμόν του.
Σοφ. Σειρ. 16,27 ἐκόσμησεν εἰς αἰῶνα τὰ ἔργα αὐτοῦ καὶ τὰς ἀρχὰς αὐτῶν εἰς γενεὰς αὐτῶν· οὔτε ἐπείνασαν οὔτε ἐκοπίασαν καὶ οὐκ ἐξέλιπον ἀπὸ τῶν ἔργων αὐτῶν·
Σοφ. Σειρ. 16,27 Εστόλισε και ενηρμόνισεν στους αιώνας τα έργα του, από της αρχής της δημιουργίας των και εις τας γενεάς αυτών μέχρι συντελείας. Αυτά ούτε επείνασαν ούτε εκοπίασαν και ποτέ δεν παρεξέκλιναν και δεν παρέλειψαν από τα έργα των.
Σοφ. Σειρ. 16,28 ἕκαστος τὸν πλησίον αὐτοῦ οὐκ ἐξέθλιψε, καὶ ἕως αἰῶνος οὐκ ἀπειθήσουσι τοῦ ῥήματος αὐτοῦ.
Σοφ. Σειρ. 16,28 Κανένα από αυτά δεν προσέκρουσε και δεν επέπεσεν επί του άλλου και μέχρι συντελείας των αιώνων δεν θα απειθήσουν ποτέ εις την εντολήν του Θεού.
Σοφ. Σειρ. 16,29 καὶ μετὰ ταῦτα Κύριος εἰς τὴν γῆν ἐπέβλεψε καὶ ἐνέπλησεν αὐτὴν τῶν ἀγαθῶν αὐτοῦ·
Σοφ. Σειρ. 16,29 Επειτα ο Κυριος έρριψε το βλέμμα του εις την γην και την εγέμισεν από τα αγαθά του.
Σοφ. Σειρ. 16,30 ψυχὴν παντὸς ζῴου ἐκάλυψε τὸ πρόσωπον αὐτῆς, καὶ εἰς αὐτὴν ἡ ἀποστροφὴ αὐτῶν.
Σοφ. Σειρ. 16,30 Εγέμισε την επιφάνειαν της γης με κάθε ειδός ζώων, και εις την γην αυτά πάλιν θα επιστρέψουν, όταν αποθνήσκουν.
321