- Ελληνικη Μυθολογια, Μυθος ή "Ιστορια" ? - .-= ΜΥΘΟΣ & ΘΡΗΣΚΕΙΑ =-.
Κάπου αλλού έχω το ακριβές κείμενο του Σαγχονιάθωνα με την Φοινικική Κοσμογονία, που έχει σώσει ο Φίλωνας της Βύβλου.
18
«Τὴν τῶν ὅλων ἀρχὴν ὑποτίθεται ἀέρα ζοφώδη καὶ πνευματώδη ἢ πνοὴν ἀέρος
ζοφώδους, καὶ χάος θολερόν, ἐρεβῶδες. ταῦτα δὲ εἶναι ἄπειρα καὶ διὰ πολὺν αἰῶνα
μὴ ἔχειν πέρας. ὅτε δέ, φησίν, ἠράσθη τὸ πνεῦμα τῶν ἰδίων ἀρχῶν καὶ ἐγένετο
σύγκρασις, ἡ πλοκὴ ἐκείνη ἐκλήθη πόθος. αὕτη δ' ἀρχὴ κτίσεως ἁπάντων. αὐτὸ δὲ
οὐκ ἐγίνωσκε τὴν αὑτοῦ κτίσιν, καὶ ἐκ τῆς αὐτοῦ 1.10.2 συμπλοκῆς τοῦ πνεύματος
ἐγένετο Μώτ. τοῦτό τινές φασιν ἰλύν, οἱ δὲ ὑδατώδους μίξεως σῆψιν. καὶ ἐκ ταύτης
ἐγένετο πᾶσα σπορὰ κτίσεως καὶ γένεσις τῶν ὅλων. ἦν δέ τινα ζῷα οὐκ ἔχοντα
αἴσθησιν, ἐξ ὧν ἐγένετο ζῷα νοερά, καὶ ἐκλήθη Ζοφασημίν, τοῦτ' ἔστιν οὐρανοῦ
κατόπται. καὶ ἀνεπλάσθη ὁμοίως ᾠοῦ σχήματι, καὶ ἐξέλαμψε Μὼτ ἥλιός τε καὶ
σελήνη ἀστέρες τε καὶ ἄστρα μεγάλα.» 1.10.3 Τοιαύτη μὲν αὐτῶν ἡ κοσμογονία,
ἄντικρυς ἀθεότητα εἰσάγουσα· ἴδωμεν δὲ ἑξῆς ὡς καὶ τὴν ζῳογονίαν ὑποστῆναι
λέγει. φησὶν οὖν· 1.10.4 «Καὶ τοῦ ἀέρος διαυγάσαντος, διὰ πύρωσιν καὶ τῆς θαλάσσης
καὶ τῆς γῆς ἐγένετο πνεύματα καὶ νέφη καὶ οὐρανίων ὑδάτων μέγισται καταφοραὶ
καὶ χύσεις. καὶ ἐπειδὴ διεκρίθη καὶ τοῦ ἰδίου τόπου ἐχωρίσθη διὰ τὴν τοῦ ἡλίου
πύρωσιν καὶ πάλιν συνήντησεν πάντα ἐν ἀκαρεῖ τάδε τοῖσδε καὶ συνέρραξαν,
βρονταί τε ἀπετελέσθησαν καὶ ἀστραπαί, καὶ πρὸς τὸν πάταγον τῶν βροντῶν τὰ
προγεγραμμένα νοερὰ ζῷα ἐγρηγόρησεν, καὶ πρὸς τὸν ἦχον ἐπτύρη καὶ ἐκινήθη ἔν
τε γῇ καὶ θαλάσσῃ ἄρρεν καὶ θῆλυ.» 1.10.5 Τοιαύτη αὐτοῖς καὶ ἡ ζῳογονία. τούτοις
ἑξῆς ὁ αὐτὸς συγγραφεὺς ἐπιφέρει λέγων· «Ταῦθ' ηὑρέθη ἐν τῇ κοσμογονίᾳ
γεγραμμένα Τααύτου καὶ τοῖς ἐκείνου ὑπομνήμασιν, ἔκ τε στοχασμῶν καὶ
τεκμηρίων ὧν ἑώρακεν αὐτοῦ ἡ διάνοια καὶ εὗρεν καὶ ἡμῖν ἐφώτισεν.» 1.10.6 Ἑξῆς
τούτοις ὀνόματα τῶν ἀνέμων εἰπὼν Νότου καὶ Βορέα καὶ τῶν λοιπῶν ἐπιλέγει·
«Ἀλλ' οὗτοί γε πρῶτοι ἀφιέρωσαν τὰ τῆς γῆς βλαστήματα, καὶ θεοὺς ἐνόμισαν καὶ
προσεκύνουν ταῦτα, ἀφ' ὧν αὐτοί τε διεγίνοντο καὶ οἱ ἑπόμενοι καὶ οἱ πρὸ αὐτῶν
πάντες, καὶ χοὰς καὶ ἐπιθύσεις ἐποίουν.» 1.10.7 Καὶ ἐπιλέγει· «Αὗται δὲ ἦσαν αἱ
ἐπίνοιαι τῆς προσκυνήσεως ὅμοιαι τῇ αὐτῶν ἀσθενείᾳ καὶ ψυχῆς ἀτολμίᾳ. εἶτά
φησιν γεγενῆσθαι ἐκ τοῦ Κολπία ἀνέμου καὶ γυναικὸς Βάαυ τοῦτο δὲ νύκτα
ἑρμηνεύει Αἰῶνα καὶ Πρωτόγονον, θνητοὺς ἄνδρας, οὕτω καλουμένους· εὑρεῖν δὲ
19
τὸν Αἰῶνα τὴν ἀπὸ δένδρων τροφήν. ἐκ τούτων τοὺς γενομένους κληθῆναι Γένος
καὶ Γενεάν, καὶ οἰκῆσαι τὴν Φοινίκην· αὐχμῶν δὲ γενομένων τὰς χεῖρας εἰς οὐρανὸν
ὀρέγειν πρὸς τὸν ἥλιον. τοῦτον γὰρ φησί θεὸν ἐνόμιζον μόνον οὐρανοῦ κύριον,
Βεελσάμην καλοῦντες, ὅ ἐστι παρὰ Φοίνιξι κύριος οὐρανοῦ, Ζεὺς δὲ παρ' Ἕλλησιν.»
1.10.8 Μετὰ δὲ ταῦτα πλάνην Ἕλλησιν αἰτιᾶται λέγων· «Οὐ γὰρ ματαίως αὐτὰ
πολλαχῶς διεστειλάμεθα, ἀλλὰ πρὸς τὰς αὖθις παρεκδοχὰς τῶν ἐν τοῖς πράγμασιν
ὀνομάτων, ἅπερ οἱ Ἕλληνες ἀγνοήσαντες ἄλλως ἐξεδέξαντο, πλανηθέντες τῇ
ἀμφιβολίᾳ τῆς μεταφράσεως.» 1.10.9 Ἑξῆς φησιν· «Ἀπὸ γένους Αἰῶνος καὶ
Πρωτογόνου γεννηθῆναι αὖθις παῖδας θνητούς, οἷς εἶναι ὀνόματα Φῶς καὶ Πῦρ καὶ
Φλόξ. οὗτοι φησίν εὗρον ἐκ παρατριβῆς ξύλων πῦρ καὶ τὴν χρῆσιν ἐδίδαξαν. υἱοὺς
δὲ ἐγέννησαν οὗτοι μεγέθει τε καὶ ὑπεροχῇ κρείσσονας, ὧν τὰ ὀνόματα τοῖς ὄρεσιν
ἐπετέθη ὧν ἐκράτησαν, ὡς ἐξ αὐτῶν κληθῆναι τὸ Κάσσιον καὶ τὸν Λίβανον καὶ τὸν
Ἀντιλίβανον καὶ τὸ Βραθύ. ἐκ τούτων φησίν ἐγεννήθησαν Σαμημροῦμος, ὁ καὶ
Ὑψουράνιος <καὶ Οὔσωος>· ἀπὸ μητέρων δὲ φησίν ἐχρημάτιζον, τῶν τότε γυναικῶν
ἀνέδην μισγομένων οἷς ἐντύχοιεν.» 1.10.10 Εἶτά φησι· «Τὸν Ὑψουράνιον οἰκῆσαι
Τύρον καλύβας τε ἐπινοῆσαι ἀπὸ καλάμων καὶ θρύων καὶ παπύρου, στασιάσαι δὲ
πρὸς τὸν ἀδελφὸν Οὔσωον, ὃς σκέπην τῷ σώματι πρῶτος ἐκ δερμάτων ὧν ἴσχυσεν
συλλαβεῖν θηρίων εὗρεν. ῥαγδαίων δὲ γενομένων ὄμβρων καὶ πνευμάτων
παρατριβέντα τὰ ἐν τῇ Τύρῳ δένδρα πῦρ ἀνάψαι καὶ τὴν αὐτόθι ὕλην καταφλέξαι.
δένδρου δὲ λαβόμενον τὸν Οὔσωον καὶ ἀποκλαδεύσαντα πρῶτον τολμῆσαι εἰς
θάλατταν ἐμβῆναι· ἀνιερῶσαι δὲ δύο στήλας πυρὶ καὶ πνεύματι καὶ προσκυνῆσαι
αἷμά τε σπέν1.10.11 δειν αὐταῖς ἐξ ὧν ἤγρευε θηρίων. τούτων δὲ τελευτησάντων
τοὺς ἀπολειφθέντας φησὶ ῥάβδους αὐτοῖς ἀφιερῶσαι καὶ τὰς στήλας προσκυνεῖν καὶ
τούτοις ἑορτὰς ἄγειν κατ' ἔτος. χρόνοις δὲ ὕστερον πολλοῖς ἀπὸ τῆς Ὑψουρανίου
γενεᾶς γενέσθαι Ἀγρέα καὶ Ἁλιέα, τοὺς ἁλιείας καὶ ἄγρας εὑρετάς, ἐξ ὧν κληθῆναι
ἀγρευτὰς καὶ ἁλιεῖς· ἐξ ὧν γενέσθαι δύο ἀδελφοὺς σιδήρου εὑρετὰς καὶ τῆς τούτου
ἐργασίας, ὧν θάτερον τὸν Χουσὼρ λόγους ἀσκῆσαι καὶ ἐπῳδὰς καὶ μαντείας· εἶναι δὲ
τοῦτον τὸν Ἥφαιστον, εὑρεῖν δὲ ἄγκιστρον καὶ δέλεαρ καὶ ὁρμιὰν καὶ σχεδίαν
πρῶτόν τε πάντων ἀνθρώπων πλεῦσαι· διὸ 1.10.12 καὶ ὡς θεὸν αὐτὸν μετὰ θάνατον
ἐσεβάσθησαν. καλεῖσθαι δὲ αὐτὸν καὶ ∆ία Μειλίχιον· οἱ δὲ τοὺς ἀδελφοὺς αὐτοῦ
τοίχους φασὶν ἐπινοῆσαι ἐκ πλίνθων. μετὰ ταῦτα ἐκ τοῦ γένους τούτων γενέσθαι
νεανίας δύο, καλεῖσθαι δὲ αὐτῶν τὸν μὲν Τεχνίτην, τὸν δὲ Γήϊνον Αὐτόχθονα. οὗτοι
ἐπενόησαν τῷ πηλῷ τῆς πλίνθου συμμιγνύειν φορυτὸν καὶ τῷ ἡλίῳ αὐτὰς
τερσαίνειν, ἀλλὰ καὶ στέγας ἐξεῦρον. ἀπὸ τούτων ἐγένοντο ἕτεροι, ὧν ὁ μὲν Ἀγρὸς
ἐκαλεῖτο, ὁ δὲ Ἀγροῦ Ἥρως ἢ Ἀγρότης, οὗ καὶ ξόανον εἶναι μάλα σεβάσμιον
καὶναὸν ζυγοφορούμενον ἐν Φοινίκῃ· παρὰ δὲ Βυβλίοις ἐξαιρέτως θεῶν 1.10.13 ὁ
μέγιστος ὀνομάζεται. ἐπενόησαν δὲ οὗτοι αὐλὰς προστιθέναι τοῖς οἴκοις καὶ
περιβόλους καὶ σπήλαια. ἐκ τούτων ἀγρόται καὶ κυνηγοί. οὗτοι δὲ καὶ Ἀλῆται καὶ
Τιτᾶνες καλοῦνται. ἀπὸ τούτων γενέσθαι Ἄμυνον καὶ Μάγον, οἳ κατέδειξαν κώμας
καὶ ποίμνας. ἀπὸ τούτων γενέσθαι Μισὼρ καὶ Συδύκ, τουτέστιν εὔλυτον καὶ δίκαιον.
οὗτοι τὴν τοῦ ἁλὸς χρῆσιν εὗρον. 1.10.14 ἀπὸ Μισὼρ ὁ Τάαυτος, ὃς εὗρεν τὴν τῶν
πρώτων στοιχείων γραφήν· ὃν Αἰγύπτιοι μὲν Θωύθ, Ἀλεξανδρεῖς δὲ Θώθ, Ἕλληνες
δὲ Ἑρμῆν ἐκάλεσανἐκ δὲ Συδὺκ ∆ιόσκουροι ἢ Κάβειροι ἢ Κορύβαντες ἢ Σαμοθρᾷκες.
οὗτοι φησί πρῶτοι πλοῖον εὗρον. ἐκ τούτων γεγόνασιν ἕτεροι, οἳ καὶ βοτάνας εὗρον
καὶ τὴν τῶν δακετῶν ἴασιν καὶ ἐπῳδάς. κατὰ τούτους γίνεταί τις Ἐλιοῦμ,
καλούμενος Ὕψιστος, καὶ θήλεια, λεγομένη Βηρούθ· οἳ καὶ κατῴκουν περὶ 1.10.15
Βύβλον. ἐξ ὧν γεννᾶται Ἐπίγειος Αὐτόχθων, ὃν ὕστερον ἐκάλεσαν Οὐρανόν· ὡς ἀπ'
αὐτοῦ καὶ τὸ ὑπὲρ ἡμᾶς στοιχεῖον δι' ὑπερβολὴν τοῦ κάλλους ὀνομάζειν οὐρανόν.
γεννᾶται δὲ τούτῳ ἀδελφὴ ἐκ τῶν προειρημένων, ἣ καὶ ἐκλήθη Γῆ. καὶ διὰ τὸ
20
κάλλος ἀπ' αὐτῆς φησίν ἐκάλεσαν τὴν ὁμώνυμον γῆν. ὁ δὲ τούτων πατὴρ ὁ
Ὕψιστος ἐν συμβολῇ θηρίων τελευτήσας ἀφιερώθη, 1.10.16 ᾧ χοὰς καὶ θυσίας οἱ
παῖδες ἐτέλεσαν. παραλαβὼν δὲ ὁ Οὐρανὸς τὴν τοῦ πατρὸς ἀρχὴν ἄγεται πρὸς γάμον
τὴν ἀδελφὴν Γῆν καὶ ποιεῖται ἐξ αὐτῆς παῖδας τέσσαρας, Ἦλον, τὸν καὶ Κρόνον, καὶ
Βαίτυλον καὶ ∆αγών, ὅς ἐστι Σίτων, καὶ Ἄτλαντα. καὶ ἐξ ἄλλων δὲ γαμετῶν ὁ
Οὐρανὸς πολλὴν ἔσχεν γενεάν. διὸ χαλεπαίνουσα ἡ Γῆ τὸν Οὐρανὸν ζηλοτυποῦσα
κακίζει, ὡς καὶ δια1.10.17 στῆναι ἀλλήλων. ὁ δὲ Οὐρανὸς ἀποχωρήσας αὐτῆς, μετὰ
βίας, ὅτε καὶ ἐβούλετο, ἐπιὼν καὶ πλησιάζων αὐτῇ πάλιν ἀπηλλάσσετο. ἐπιχειρεῖν δὲ
καὶ τοὺς ἐξ αὐτῆς παῖδας διαφθείρειν, τὴν δὲ Γῆν ἀμύνασθαι πολλάκις, συμμαχίαν
αὑτῇ συλλεξαμένην. εἰς ἄνδρας δὲ προελθὼν ὁ Κρόνος Ἑρμῇ τῷ τρισμεγίστῳ
συμβούλῳ καὶ βοηθῷ χρώμενος–οὗτος γὰρ ἦν αὐτῷ γραμματεύς– 1.10.18 τὸν πατέρα
Οὐρανὸν ἀμύνεται, τιμωρῶν τῇ μητρί. Κρόνῳ δὲ γίνονται παῖδες Περσεφόνη καὶ
Ἀθηνᾶ. ἡ μὲν οὖν πρώτη παρθένος τελευτᾷ, τῆς δὲ Ἀθηνᾶςγνώμῃ καὶ Ἑρμοῦ
κατεσκεύασεν Κρόνος ἐκ σιδήρου ἅρπην καὶ δόρυ. εἶτα ὁ Ἑρμῆς τοῖς τοῦ Κρόνου
συμμάχοις λόγους μαγείας διαλεχθεὶς πόθον ἐνεποίησεν τῆς κατὰ τοῦ Οὐρανοῦ
μάχης ὑπὲρ τῆς Γῆς. καὶ οὕτως Κρόνος τὸν Οὐρανὸν πολέμῳ συμβαλὼν τῆς ἀρχῆς
ἤλασεν καὶ τὴν βασιλείαν διεδέξατο. ἑάλω δὲ καὶ ἐν τῇ μάχῃ ἡ ἐπέραστος τοῦ
Οὐρανοῦ σύγκοιτος ἐγκύμων οὖσα, 1.10.19 ἣν ἐκδίδωσιν ὁ Κρόνος ∆αγῶνι πρὸς
γάμον. τίκτει δὲ παρὰ τούτῳ ὃ κατὰ γαστρὸς ἐξ Οὐρανοῦ ἔφερεν, ὃ καὶ ἐκάλεσε
∆ημαροῦν. ἐπὶ τούτοις ὁ Κρόνος τεῖχος περιβάλλει τῇ ἑαυτοῦ οἰκήσει καὶ πόλιν
πρώτην κτίζει τὴν ἐπὶ Φοι1.10.20 νίκης Βύβλον. μετὰ ταῦτα τὸν ἀδελφὸν τὸν ἴδιον
Ἄτλαντα ὑπονοήσας ὁ Κρόνος μετὰ γνώμης τοῦ Ἑρμοῦ εἰς βάθος γῆς ἐμβαλὼν
κατέχωσεν. κατὰ τοῦτον τὸν χρόνον οἱ ἀπὸ τῶν ∆ιοσκούρων σχεδίας καὶ πλοῖα
συνθέντες ἔπλευσαν, καὶ ἐκριφέντες περὶ τὸ Κάσσιον ὄρος ναὸν αὐτόθι ἀφιέρωσαν.
οἱ δὲ σύμμαχοι Ἤλου τοῦ Κρόνου Ἐλωεὶμ ἐπεκλήθησαν, ὡς ἂν Κρόνιοι οὗτοι 1.10.21
<εἴ>ησαν οἱ λεγόμενοι ἐπὶ Κρόνου. Κρόνος δὲ υἱὸν ἔχων Σάδιδον ἰδίῳ αὐτὸν σιδήρῳ
διεχρήσατο, δι' ὑπονοίας αὐτὸν ἐσχηκώς, καὶ τῆς ψυχῆς, αὐτόχειρ τοῦ παιδὸς
γενόμενος, ἐστέρησεν· ὡσαύτως καὶ θυγατρὸς ἰδίας τὴν κεφαλὴν 1.10.22 ἀπέτεμεν,
ὡς πάντας ἐκπεπλῆχθαι θεοὺς τὴν Κρόνου γνώμην. χρόνου δὲ προϊόντος Οὐρανὸς ἐν
φυγῇ τυγχάνων θυγατέρα αὐτοῦ παρθένον Ἀστάρτην μεθ' ἑτέρων ἀδελφῶν αὐτῆς
δύο, Ῥέας καὶ ∆ιώνης, δόλῳ τὸν Κρόνον ἀνελεῖν ὑποπέμπει· ἃς καὶ ἑλὼν ὁ Κρόνος
κουριδίας γαμετὰς ἀδελφὰς οὔσας ἐποιή1.10.23 σατο. γνοὺς δὲ Οὐρανὸς ἐπιστρατεύει
κατὰ τοῦ Κρόνου Εἱμαρμένην καὶ Ὥραν μεθ' ἑτέρων συμμάχων· καὶ ταύτας
ἐξοικειωσάμενος Κρόνος παρ' αὑτῷ κατέσχεν. ἔτι δὲ φησίν ἐπενόησεν θεὸς Οὐρανὸς
βαιτύλια, λίθους ἐμψύχους μηχανησάμενος. Κρόνῳ δὲ ἐγένοντο ἀπὸ Ἀστάρτης
θυγατέρες ἑπτὰ Τιτανί1.10.24 δες ἢ Ἀρτέμιδες. καὶ πάλιν τῷ αὐτῷ γίνονται ἀπὸ Ῥέας
παῖδες ἑπτά, ὧν ὁ νεώτατος ἅμα τῇ γενέσει ἀφιερώθη· καὶ ἀπὸ ∆ιώνης θήλειαι, καὶ
ἀπὸ 1.10.25 Ἀστάρτης πάλιν ἄρρενες δύο, Πόθος καὶ Ἔρως. ὁ δὲ ∆αγών, ἐπειδὴ εὗρεν
σῖτον καὶ ἄροτρον, ἐκλήθη Ζεὺς Ἀρότριος. Συδύκῳ δέ, τῷ λεγομένῳ δικαίῳ, 1.10.26
μία τῶν Τιτανίδων συνελθοῦσα γεννᾷ τὸν Ἀσκληπιόν. ἐγεννήθησαν δὲ καὶ ἐν
Περαίᾳ Κρόνῳ τρεῖς παῖδες, Κρόνος, ὁμώνυμος τῷ πατρί, καὶ Ζεὺς Βῆλος καὶ
Ἀπόλλων. κατὰ τούτους γίνονται Πόντος καὶ Τυφῶν καὶ Νηρεύς, 1.10.27 πατὴρ
Πόντου, Βήλου δὲ παῖς. ἀπὸ δὲ τοῦ Πόντου γίνεται Σιδών, ἣ καθ' ὑπερβολὴν
εὐφωνίας πρώτη ὕμνον ᾠδῆς εὗρεν, καὶ Ποσειδῶν. τῷ δὲ ∆ημα1.10.28 ροῦντι γίνεται
Μέλκαθρος, ὁ καὶ Ἡρακλῆς. εἶτα πάλιν Οὐρανὸς πολεμεῖ Πόντῳ καὶ ἀποστὰς
∆ημαροῦντι προστίθεται· ἔπεισί τε Πόντῳ ὁ ∆ημαροῦς 1.10.29 τροποῦταί τε αὐτὸν ὁ
Πόντος, ὁ δὲ ∆ημαροῦς φυγῆς θυσίαν ηὔξατο. ἔτει δὲ τριακοστῷ δευτέρῳ τῆς ἑαυτοῦ
κρατήσεως καὶ βασιλείας ὁ Ἦλος, τοῦτ' ἔστιν ὁ Κρόνος, Οὐρανὸν τὸν πατέρα
λοχήσας ἐν τόπῳ τινὶ μεσογείῳ καὶ λαβὼν ὑποχείριον ἐκτέμνει αὐτοῦ τὰ αἰδοῖα
21
σύνεγγυς πηγῶν τε καὶ ποταμῶν. ἔνθα ἀφιερώθη Οὐρανὸς καὶ ἀπηρτίσθη αὐτοῦ τὸ
πνεῦμα καὶ ἀπέσταξεν αὐτοῦ τὸ αἷμα τῶν αἰδοίων εἰς τὰς πηγὰς καὶ τῶν ποταμῶν τὰ
ὕδατα, καὶ μέχρι τούτου δείκνυται τὸ χωρίον.» 1.10.30 Τοσαῦτα μὲν δὴ τὰ τοῦ
Κρόνου, καὶ τοιαῦτά γε τὰ σεμνὰ τοῦ παρ' Ἕλλησι βοωμένου βίου τῶν ἐπὶ Κρόνου,
οὓς καί φασι γεγονέναι «πρῶτον χρύσεόν τε γένος μερόπων ἀνθρώπων», τῆς
μακαριζομένης ἐκείνης τῶν παλαιῶν εὐδαιμονίας. πάλιν δὲ ὁ συγγραφεὺς τούτοις
μεθ' ἕτερα ἐπιφέρει λέγων· 1.10.31 «Ἀστάρτη δὲ ἡ μεγίστη καὶ Ζεὺς ∆ημαροῦς καὶ
Ἄδωδος, βασιλεὺς θεῶν, ἐβασίλευον τῆς χώρας Κρόνου γνώμῃ. ἡ δὲ Ἀστάρτη
ἐπέθηκεν τῇ ἰδίᾳ κεφαλῇ βασιλείας παράσημον κεφαλὴν ταύρου· περινοστοῦσα δὲ
τὴν οἰκουμένην εὗρεν ἀεροπετῆ ἀστέρα, ὃν καὶ ἀνελομένη ἐν Τύρῳ τῇ ἁγίᾳ νήσῳ
1.10.32 ἀφιέρωσεν. τὴν δὲ Ἀστάρτην Φοίνικες τὴν Ἀφροδίτην εἶναι λέγουσιν. καὶ ὁ
Κρόνος δὲ περιιὼν τὴν οἰκουμένην Ἀθηνᾷ τῇ ἑαυτοῦ θυγατρὶ δίδωσι 1.10.33 τῆς
Ἀττικῆς τὴν βασιλείαν. λοιμοῦ δὲ γενομένου καὶ φθορᾶς τὸν ἑαυτοῦ μονογενῆ υἱὸν
ὁ Κρόνος Οὐρανῷ τῷ πατρὶ ὁλοκαρποῖ καὶ τὰ αἰδοῖα περιτέμνε1.10.34 ται, ταὐτὸν
ποιῆσαι καὶ τοὺς ἅμ' αὐτῷ συμμάχους ἐξαναγκάσας. καὶ μετ' οὐ πολὺ ἕτερον αὐτοῦ
παῖδα ἀπὸ Ῥέας ὀνομαζόμενον Μοὺθ ἀποθανόντα 1.10.35 ἱεροῖ· Θάνατον δὲ τοῦτον
καὶ Πλούτωνα Φοίνικες ὀνομάζουσιν. καὶ ἐπὶ τούτοις ὁ Κρόνος Βύβλον μὲν τὴν
πόλιν θεᾷ Βααλτίδι, τῇ καὶ ∆ιώνῃ, δίδωσι, Βηρυτὸν δὲ Ποσειδῶνι καὶ Καβείροις
Ἀγρόταις τε καὶ Ἁλιεῦσιν, οἳ καὶ τὰ1.10.36 τοῦ Πόντου λείψανα εἰς τὴν Βηρυτὸν
ἀφιέρωσαν. πρὸ δὲ τούτων θεὸς Τάαυτος μιμησάμενος τῶν συνόντων θεῶν ὄψεις,
Κρόνου τε καὶ ∆αγῶνος καὶ τῶν λοιπῶν, διετύπωσεν τοὺς ἱεροὺς τῶν στοιχείων
χαρακτῆρας. ἐπενόησεν δὲ καὶ τῷ Κρόνῳ παράσημα βασιλείας ὄμματα τέσσαρα ἐκ
τῶν ἐμπροσθίων καὶ ὀπισθίων μερῶν, <δύο μὲν ἀτενὲς βλέποντα>, δύο δὲ ἡσυχῆ
μύοντα, καὶ ἐπὶ τῶν ὤμων πτερὰ τέσσαρα, δύο μὲν ὡς ἱπτάμενα, δύο δὲ ὡς ὑφειμένα.
1.10.37 τὸ δὲ σύμβολον ἦν, ἐπειδὴ Κρόνος κοιμώμενος ἔβλεπεν καὶ ἐγρηγορὼς
ἐκοιμᾶτο· καὶ ἐπὶ τῶν πτερῶν ὁμοίως, ὅτι ἀναπαυόμενος ἵπτατο καὶ ἱπτάμενος
ἀνεπαύετο. τοῖς δὲ λοιποῖς θεοῖς δύο ἑκάστῳ πτερώματα ἐπὶ τῶν ὤμων, ὡς ὅτι δὴ
συνίπταντο τῷ Κρόνῳ. καὶ αὐτῷ δὲ πάλιν ἐπὶ τῆς κεφαλῆς πτερὰ δύο, 1.10.38 ἓν ἐπὶ
τοῦ ἡγεμονικωτάτου νοῦ καὶ ἓν ἐπὶ τῆς αἰσθήσεως. ἐλθὼν δὲ ὁ Κρόνος εἰς Νότου
χώραν ἅπασαν τὴν Αἴγυπτον παρέδωκεν θεῷ Τααύτῳ, ὅπως βασίλειον αὐτῷ
γένηται. ταῦτα δὲ φησί πρῶτοι πάντων ὑπεμνηματίσαντο οἱ ἑπτὰ Συδύκου παῖδες
Κάβειροι καὶ ὁ ὄγδοος αὐτῶν ἀδελφὸς Ἀσκληπιός, 1.10.39 ὡς αὐτοῖς ἐνετείλατο θεὸς
Τάαυτος. ταῦτα πάντα ὁ Θαβίωνος, πάμπρω1.10.39 τος τῶν ἀπ' αἰῶνος γεγονότων
Φοινίκων ἱεροφάντης ἀλληγορήσας τοῖς τε φυσικοῖς καὶ κοσμικοῖς πάθεσιν
ἀναμίξας, παρέδωκεν τοῖς ὀργεῶσι καὶ τελετῶν κατάρχουσι προφήταις· οἱ δὲ τὸν
τῦφον αὔξειν ἐκ παντὸς ἐπινοοῦντες ταῖς αὐτῶν διαδοχαῖς παρέδοσαν καὶ τοῖς
ἐπεισάκτοις· ὧν ἦν καὶ Εἰσίριος, τῶν τριῶν γραμμάτων εὑρετής, ἀδελφὸς Χνᾶ τοῦ
μετονομασθέντος Φοίνικος.» 1.10.40 Εἶθ' ἑξῆς αὖθις ἐπιλέγει· «Οἱ δὲ Ἕλληνες
εὐφυΐᾳ πάντας ὑπερβαλλόμενοι τὰ μὲν πρῶτα πλεῖστα ἐξιδιώσαντο, εἶτα τοῖς
προ<σ>κοσμήμασι ποικίλως ἐξετραγῴδησαν ταῖς τε τῶν μύθων ἡδοναῖς θέλγειν
ἐπινοοῦντες παντοίως ἐποίκιλλον· ἔνθεν Ἡσίοδος οἵ τε κυκλικοὶ περιηχημένοι
Θεογονίας καὶ Γιγαντομαχίας καὶ Τιτανομαχίας ἔπλασαν ἰδίας καὶ ἐκτομάς· οἷς
συμπεριφερόμενοι ἐξενίκησαν τὴν ἀλήθειαν. 1.10.41 σύντροφοι δὲ τοῖς ἐκείνων
πλάσμασιν αἱ ἀκοαὶ ἡμῶν γενόμεναι καὶ προληφθεῖσαι πολλοῖς αἰῶσιν ὡς
παρακαταθήκην φυλάσσουσιν ἥνπερ ἐδέξαντο μυθοποιίαν, καθάπερ καὶ ἀρχόμενος
εἶπον, ἥτις συνεργηθεῖσα χρόνῳ δυσεξίτητον αὐτῆς τὴν κατοχὴν ἀπείργασται, ὥστε
τὴν μὲν ἀλήθειαν δοκεῖν λῆρον, τὸ δὲ τῆς ἀφηγήσεως νόθον ἀλήθειαν.» 1.10.42
Ταῦτα ἀπὸ τῆς Σαγχουνιάθωνος προκείσθω γραφῆς, ἑρμηνευθείσης μὲν ὑπὸ
Φίλωνος τοῦ Βυβλίου, δοκιμασθείσης δὲ ὡς ἀληθοῦς ὑπὸ τῆς Πορφυρίου τοῦ
22
φιλοσόφου μαρτυρίας. ὁ δ' αὐτὸς ἐν τῷ Περὶ Ἰουδαίων συγγράμματι ἔτι καὶ ταῦτα
περὶ τοῦ Κρόνου γράφει· 1.10.43 «Τάαυτος, ὃν Αἰγύπτιοι προσαγορεύουσιν Θωύθ,
σοφίᾳ διενεγκὼν παρὰ τοῖς Φοίνιξιν, πρῶτος τὰ κατὰ τὴν θεοσέβειαν ἐκ τῆς τῶν
χυδαίων ἀπειρίας εἰς ἐπιστημονικὴν ἐμπειρίαν διέταξεν. ᾧ μετὰ γενεὰς πλείους θεὸς
Σουρμουβηλὸς Θουρώ τε ἡ μετονομασθεῖσα Χούσαρθις ἀκολουθήσαντες
κεκρυμμένην τοῦ Τααύτου καὶ ἀλληγορίαις ἐπεσκιασμένην τὴν θεολογίαν
ἐφώτισαν.» 1.10.44 Καὶ μετὰ βραχέα φησίν· «Ἔθος ἦν τοῖς παλαιοῖς ἐν ταῖς μεγάλαις
συμφοραῖς τῶν κινδύνων ἀντὶ τῆς πάντων φθορᾶς τὸ ἠγαπημένον τῶν τέκνων τοὺς
κρατοῦντας ἢ πόλεως ἢ ἔθνους εἰς σφαγὴν ἐπιδιδόναι, λύτρον τοῖς τιμωροῖς
δαίμοσιν· κατεσφάττοντο δὲ οἱ διδόμενοι μυστικῶς. Κρόνος τοίνυν, ὃν οἱ Φοίνικες
Ἢλ προσαγο ρεύουσιν, βασιλεύων τῆς χώρας καὶ ὕστερον μετὰ τὴν τοῦ βίου
τελευτὴν ἐπὶ τὸν τοῦ Κρόνου ἀστέρα καθιερωθείς, ἐξ ἐπιχωρίας νύμφης Ἀνωβρὲτ
λεγομένης υἱὸν ἔχων μονογενῆ ὃν διὰ τοῦτο Ἰεοὺδ ἐκάλουν, τοῦ μονογενοῦς οὕτως
ἔτι καὶ νῦν καλουμένου παρὰ τοῖς Φοίνιξι κινδύνων ἐκ πολέμου μεγίστων
κατειληφότων τὴν χώραν βασιλικῷ κοσμήσας σχήματι τὸν υἱὸν βωμόν τε
κατασκευασάμενος κατέθυσεν.» 1.10.45 Ὁ δ' αὐτὸς πάλιν περὶ τῶν Φοινίκων
στοιχείων ἐκ τῶν Σαγχουνιάθωνος μεταβάλλων θέα ὁποῖά φησι περὶ τῶν
ἑρπυστικῶν καὶ ἰοβόλων θηρίων, ἃ δὴ χρῆσιν μὲν ἀγαθὴν ἀνθρώποις οὐδεμίαν
συντελεῖ, φθορὰν δὲ καὶ λύμην οἷς ἂν τὸν δυσαλθῆ καὶ χαλεπὸν ἰὸν ἐγχρίμψειεν
ἀπεργάζεται. γράφει δὲ καὶ ταῦτα πρὸς λέξιν ὧδέ πως λέγων· 1.10.46 «Τὴν μὲν οὖν
τοῦ δράκοντος φύσιν καὶ τῶν ὄφεων αὐτὸς ἐξεθείασεν ὁ Τάαυτος καὶ μετ' αὐτὸν
αὖθις Φοίνικές τε καὶ Αἰγύπτιοι· πνευματικώτατον γὰρ τὸ ζῷον πάντων τῶν
ἑρπετῶν καὶ πυρῶδες ὑπ' αὐτοῦ παρεδόθη· παρ' ὃ καὶ τάχος ἀνυπέρβλητον διὰ τοῦ
πνεύματος παρίστησιν, χωρὶς ποδῶν τε καὶ χειρῶν ἢ ἄλλου τινὸς τῶν ἔκτοθεν, δι'
ὧν τὰ λοιπὰ ζῷα τὰς κινήσεις ποιεῖται· καὶ ποικίλων σχημάτων τύπους ἀποτελεῖ καὶ
κατὰ τὴν πορείαν ἑλικοειδεῖς ἔχει 1.10.47 τὰς ὁρμὰς ἐφ' ὃ βούλεται τάχος. καὶ
πολυχρονιώτατον δέ ἐστιν οὐ μόνον τε ἐκδυόμενον τὸ γῆρας νεάζειν, ἀλλὰ καὶ
αὔξησιν ἐπιδέχεσθαι μείζονα πέφυκεν· καὶ ἐπειδὰν τὸ ὡρισμένον μέτρον πληρώσῃ,
εἰς ἑαυτὸν ἀναλίσκεται, ὡς ἐν ταῖς ἱεραῖς ὁμοίως αὐτὸς ὁ Τάαυτος κατέταξεν
γραφαῖς. διὸ καὶ ἐν ἱεροῖς 1.10.48 τοῦτο τὸ ζῷον καὶ μυστηρίοις συμπαρείληπται.
εἴρηται δὲ ἡμῖν περὶ αὐτοῦ ἐν τοῖς ἐπιγεγραμμένοις Ἐθῶ<ν Ὀ>θ<νε>ίων
ὑπομνήμασιν ἐπὶ πλεῖον, ἐν οἷς κατασκευάζεται ὅτι ἀθάνατον εἴη καὶ ὡς εἰς ἑαυτὸν
ἀναλύεται, ὥσπερ πρόκειται· οὐ γὰρ θνήσκει ἰδίῳ θανάτῳ εἰ μὴ βίᾳ τινὶ πληγὲν
τοῦτο τὸ ζῷον. Φοίνικες δὲ αὐτὸ Ἀγαθὸν ∆αίμονα καλοῦσιν. ὁμοίως καὶ Αἰγύπτιοι
Κνὴφ ἐπονομάζουσιν· προστιθέασιν δὲ αὐτῷ ἱέρακος κεφαλήν, διὰ τὸ πρακτικὸν
1.10.49 τοῦ ἱέρακος. καί φησιν Ἐπήεις ἀλληγορῶν ὁ ὀνομασθεὶς παρ' αὐτοῖς
μέγιστος ἱεροφάντης καὶ ἱερογραμματεύς, ὃν μετέφρασεν Ἄρειος Ἡρακλεοπολίτης
κατὰ λέξιν οὕτως· «τὸ πρῶτον ὂν θειότατον ὄφις ἐστὶν ἱέρακος ἔχων μορφήν, ἄγαν
ἐπίχαρις· ὃς εἰ ἀναβλέψειεν, φωτὸς τὸ πᾶν ἐπλήρου ἐν τῇ πρω1.10.50 τογόνῳ χώρᾳ
αὐτοῦ· εἰ δὲ καμμύσειεν, σκότος ἐγίνετο»· ἔμφασιν διδοὺς ὁ Ἐπήεις ὅτι καὶ διάπυρόν
ἐστι διὰ τοῦ φάναι «διηύγασεν»· φωτὸς γὰρ ἴδιόν ἐστι τὸ διαυγάσαι. παρὰ Φοινίκων
δὲ καὶ Φερεκύδης λαβὼν τὰς ἀφορμὰς ἐθεολόγησεν περὶ τοῦ παρ' αὐτῷ λεγομένου
Ὀφίονος θεοῦ καὶ τῶν Ὀφιονιδῶν, περὶ 1.10.51 ὧν αὖθις λέξομεν. ἔτι μὴν οἱ
Αἰγύπτιοι ἀπὸ τῆς αὐτῆς ἐννοίας τὸν κόσμον γράφοντες περιφερῆ κύκλον ἀεροειδῆ
καὶ πυρωπὸν χαράσσουσιν καὶ μέσα τεταμένον ὄφιν ἱερακόμορφον καὶ ἔστι τὸ πᾶν
σχῆμα ὡς τὸ παρ' ἡμῖν Θῆτα, τὸν μὲν κύκλον κόσμον μηνύοντες, τὸν δὲ μέσον ὄφιν
συνεκτικὸν τούτου 1.10.52 Ἀγαθὸν ∆αίμονα σημαίνοντες. καὶ Ζωροάστρης δὲ ὁ
μάγος ἐν τῇ Ἱερᾷ Συναγωγῇ τῶν Περσικῶν φησι κατὰ λέξιν· «Ὁ δὲ θεός ἐστι
κεφαλὴν ἔχων ἱέρακος. οὗτός ἐστιν ὁ πρῶτος, ἄφθαρτος, ἀΐδιος, ἀγένητος, ἀμερής,
ἀνομοιότατος, ἡνίοχος παντὸς καλοῦ, ἀδωροδόκητος, ἀγαθῶν ἀγαθώτατος,
φρονίμων φρονιμώτατος· ἔστι δὲ καὶ πατὴρ εὐνομίας καὶ δικαιοσύνης,
αὐτοδίδακτος, φυσικὸς καὶ τέλειος καὶ σοφὸς καὶ ἱεροῦ φυσικοῦ μόνος εὑρετής». τὰ
δ' αὐτὰ καὶ Ὀστά1.10.53 νης φησὶ περὶ αὐτοῦ ἐν τῇ ἐπιγραφομένῃ Ὀκτατεύχῳ.
πάντες δὲ τὰς ἀφορμὰς παρὰ τοῦ Τααύτου λαβόντες ἐφυσιολόγησαν, ὥσπερ
πρόκειται. καὶ τὰ μὲν πρῶτα στοιχεῖα τὰ διὰ τῶν ὄφεων, ναοὺς κατασκευασάμενοι,
ἐν ἀδύτοις ἀφιέρωσαν, καὶ τούτοις ἑορτὰς καὶ θυσίας ἐπετέλουν καὶ ὄργια, θεοὺς
τοὺς μεγίστους νομίζοντες καὶ ἀρχηγοὺς τῶν ὅλων. τοσαῦτα καὶ περὶ τῶν ὄφεων.»
1.10.54 Ἀλλὰ γὰρ τὰ μὲν τῆς Φοινίκων θεολογίας τοῦτον περιέχει τὸν τρόπον· ἧς
ἀμεταστρεπτεὶ φεύγειν καὶ τῆς τῶν παλαιῶν φρενοβλαβείας 1.10.55 τὴν ἴασιν
μεταδιώκειν ὁ σωτήριος εὐαγγελίζεται λόγος. ὅτι δὲ μὴ μῦθοι ταῦτα καὶ ποιητῶν
ἀναπλάσματα λανθάνουσάν τινα ἐν ὑπονοίαις ἔχοντα θεωρίαν τυγχάνει, σοφῶν δὲ
καὶ παλαιῶν, ὡς ἂν αὐτοὶ φαῖεν, θεολόγων ἀληθεῖς μαρτυρίαι, τὰ καὶ ποιητῶν
ἁπάντων καὶ λογογράφων πρεσβύτερα περιέχουσαι τό τε πιστὸν τῶν λόγων
ἐπαγόμεναι ἀπὸ τῆς εἰσέτι δεῦρο ἐν ταῖς κατὰ Φοινίκην πόλεσί τε καὶ κώμαις
κρατούσης τῶν θεῶν προσηγορίας τε καὶ ἱστορίας τῶν τε παρ' ἑκάστοις
ἐπιτελουμένων μυστηρίων, δῆλον ἂν εἴη, ὡς μηκέτι χρῆναι τούτων βιαίους
ἀνιχνεύειν φυσιολογίας, σαφῆ τὸν ἐξ αὑτῶν ἔλεγχον ἐπιφερομένων τῶν
πραγμάτων. τοιαύτη μὲν οὖν ἡ Φοινίκων θεολογία· ὥρα δὲ μεταβάντας καὶ τὰ
Αἰγυπτίων ἐπιθεωρῆσαι.
17
Ἱστορεῖ δὲ ταῦτα Σαγχουνιάθων, ἀνὴρ παλαιότατος καὶ τῶν Τρωϊκῶν χρόνων, ὥς
φασι, πρεσβύτερος, ὃν καὶ ἐπ' ἀκριβείᾳ καὶ ἀληθείᾳ τῆς Φοινικικῆς ἱστορίας
ἀποδεχθῆναι μαρτυροῦσιν· Φίλων δὲ τούτου πᾶσαν τὴν γραφὴν ὁ Βύβλιος, οὐχ ὁ
Ἑβραῖος, μεταβαλὼν ἀπὸ τῆς Φοινίκων γλώττης ἐπὶ τὴν Ἑλλάδα φωνὴν ἐξέδωκε.
μέμνηται τούτων ὁ καθ' ἡμᾶς τὴν καθ' ἡμῶν πεποιημένος συσκευὴν ἐν τετάρτῳ τῆς
πρὸς ἡμᾶς ὑποθέσεως, ὧδε τῷ ἀνδρὶ μαρτυρῶν πρὸς λέξιν· 1.9.21 «Ἱστορεῖ δὲ τὰ περὶ
Ἰουδαίων ἀληθέστατα, ὅτι καὶ τοῖς τόποις καὶ τοῖς ὀνόμασιν αὐτῶν τὰ
συμφωνότατα, Σαγχουνιάθων ὁ Βηρύτιος, εἰληφὼς τὰ ὑπομνήματα παρὰ
Ἱερομβάλου τοῦ ἱερέως θεοῦ Ἰευώ· ὃς Ἀβιβάλῳ τῷ βασι λεῖ Βηρυτίων τὴν ἱστορίαν
ἀναθεὶς ὑπ' ἐκείνου καὶ τῶν κατ' αὐτὸν ἐξεταστῶν τῆς ἀληθείας παρεδέχθη. οἱ δὲ
τούτων χρόνοι καὶ πρὸ τῶν Τρωϊκῶν πίπτουσι χρόνων καὶ σχεδὸν τοῖς Μωσέως
πλησιάζουσιν, ὡς αἱ τῶν Φοινίκης βασιλέων μηνύουσι διαδοχαί. Σαγχουνιάθων δὲ ὁ
κατὰ τὴν Φοινίκων διάλεκτον φιλαλήθως πᾶσαν τὴν παλαιὰν ἱστορίαν ἐκ τῶν κατὰ
πόλιν ὑπομνημάτων καὶ τῶν ἐν τοῖς ἱεροῖς ἀναγραφῶν συναγαγὼν δὴ καὶ
συγγράψας ἐπὶ Σεμιράμεως γέγονεν τῆς Ἀσσυρίων βασιλίδος, ἣ πρὸ τῶν Ἰλιακῶν ἢ
κατ' αὐτούς γε τοὺς χρόνους γενέσθαι ἀναγέγραπται. τὰ δὲ τοῦ Σαγχουνιάθωνος εἰς
Ἑλλάδα γλῶσσαν ἡρμήνευσεν Φίλων ὁ Βύβλιος.» 1.9.22 Ταῦτα μὲν ὁ δηλωθείς,
ἀλήθειαν ὁμοῦ καὶ παλαιότητα τῷ δὴ θεολόγῳ μαρτυρήσας. ὁ δὲ προϊὼν οὐ τὸν ἐπὶ
πάντων θεὸν οὐδὲ μὴν θεοὺς τοὺς κατ' οὐρανόν, θνητοὺς δὲ ἄνδρας καὶ γυναῖκας,
οὐδὲ τὸν τρόπον ἀστείους, οἵους δι' ἀρετὴν ἄξιον εἶναι ἀποδέξασθαι ἢ ζηλῶσαι τῆς
φιλοσοφίας, φαυλότητος δὲ καὶ μοχθηρίας ἁπάσης κακίαν περιβεβλημένους
θεολογεῖ. καὶ μαρτυρεῖ γε τούτους αὐτοὺς ἐκείνους εἶναι τοὺς εἰσέτι καὶ νῦν θεοὺς
παρὰ τοῖς πᾶσιν νενομισμένους κατά τε τὰς πόλεις καὶ τὰς 1.9.23 χώρας. δέχου δὲ καὶ
τούτων ἐκ τῶν ἐγγράφων τὰς ἀποδείξεις. ὁ δὴ Φίλων εἰς ἐννέα βίβλους τὴν πᾶσαν
τοῦ Σαγχουνιάθωνος πραγματείαν διελὼν κατὰ τὸ προοίμιον τοῦ πρώτου
συγγράμματος αὐτοῖς ῥήμασι προλέγει περὶ τοῦ Σαγχουνιάθωνος ταῦτα· 1.9.24
«Τούτων οὕτως ἐχόντων ὁ Σαγχουνιάθων, ἀνὴρ δὴ πολυμαθὴς καὶ πολυπράγμων
γενόμενος καὶ τὰ ἐξ ἀρχῆς, ἀφ' οὗ τὰ πάντα συνέστη, παρὰ πάντων εἰδέναι ποθῶν,
πολυφροντιστικῶς ἐξεμάστευσεν τὰ Τααύτου, εἰδὼς ὅτι τῶν ὑφ' ἥλιον γεγονότων
πρῶτός ἐστι Τάαυτος, ὁ τῶν γραμμάτων τὴν εὕρεσιν ἐπινοήσας καὶ τῆς τῶν
ὑπομνημάτων γραφῆς κατάρξας καὶ ἀπὸ τοῦδε ὥσπερ κρηπῖδα βαλόμενος τοῦ
λόγου, ὃν Αἰγύπτιοι μὲν ἐκάλεσαν Θωύθ, Ἀλεξανδρεῖς δὲ Θώθ, Ἑρμῆν δὲ Ἕλληνες
μετέφρασαν.» 1.9.25 Ταῦτα εἰπὼν ἐπιμέμφεται τοῖς μετὰ ταῦτα νεωτέροις, ὡς ἂν
βεβιασμένως καὶ οὐκ ἀληθῶς τοὺς περὶ θεῶν μύθους ἐπ' ἀλληγορίας καὶ φυσικὰς
διηγήσεις τε καὶ θεωρίας ἀνάγουσιν· λέγει δ' οὖν προϊών· 1.9.26 «Ἀλλ' οἱ μὲν
νεώτατοι τῶν ἱερολόγων τὰ μὲν γεγονότα πράγματα ἐξ ἀρχῆς ἀπεπέμψαντο,
ἀλληγορίας δὲ καὶ μύθους ἐπινοήσαντες καὶ τοῖς κοσμικοῖς παθήμασιν συγγένειαν
πλασάμενοι μυστήρια κατέστησαν καὶ πολὺν αὐτοῖς ἐπῆγον τὸν τῦφον, ὡς μὴ
ῥᾳδίως τινὰ συνορᾶν τὰ κατ' ἀλήθειαν γενόμενα· ὁ δὲ συμβαλὼν τοῖς ἀπὸ τῶν
ἀδύτων εὑρεθεῖσιν ἀποκρύφοις Ἀμμουνέων γράμμασι συγκειμένοις, ἃ δὴ οὐκ ἦν
πᾶσιν γνώριμα, τὴν μάθησιν ἁπάντων αὐτὸς ἤσκησεν· καὶ τέλος ἐπιθεὶς τῇ
πραγματείᾳ, τὸν κατ' ἀρχὰς μῦθον καὶ τὰς ἀλληγορίας ἐκποδὼν ποιησάμενος,
ἐξηνύσατο τὴν πρόθεσιν, ἕως πάλιν οἱ ἐπιγενόμενοι ἱερεῖς χρόνοις ὕστερον
ἠθέλησαν αὐτὴν ἀποκρύψαι καὶ εἰς τὸ μυθῶδες ἀποκαταστῆσαι· ἐξ οὗ τὸ μυστικὸν
ἀνέκυπτεν οὐδέπω φθάσαν εἰς Ἕλληνας.» 1.9.27 Τούτοις ἑξῆς φησι· «Ταῦθ' ἡμῖν
εὕρηται ἐπιμελῶς εἰδέναι τὰ Φοινίκων ποθοῦσι καὶ πολλὴν ἐξερευνησαμένοις ὕλην,
οὐχὶ τὴν παρ' Ἕλλησι· διάφωνος γὰρ αὕτη καὶ φιλονεικότερον ὑπ' ἐνίων μᾶλλον ἢ
πρὸς ἀλήθειαν συντεθεῖσα». 1.9.28 Καὶ μεθ' ἕτερα· «Οὕτως τε ἔχειν πεπεῖσθαι ἡμῖν
παρέστη ὡς ἐκεῖνος γέγραφεν, τὴν διαφωνίαν ὁρῶσι τὴν παρ' Ἕλλησι. περὶ ἧς μοι
τρία πεφιλοτίμηται βιβλία τὴν ἐπιγραφὴν ἔχοντα Παραδόξου ἱστορίας.» 1.9.29 Καὶ
αὖθις μεθ' ἕτερα ἐπιλέγει· «Προδιαρθρῶσαι δὲ ἀναγκαῖον πρὸς τὴν αὖθις σαφήνειαν
καὶ τὴν τῶν κατὰ μέρος διάγνωσιν, ὅτι οἱ παλαίτατοι τῶν βαρβάρων, ἐξαιρέτως δὲ
Φοίνικές τε καὶ Αἰγύπτιοι, παρ' ὧν καὶ οἱ λοιποὶ παρέλαβον ἄνθρωποι, θεοὺς
ἐνόμιζον μεγίστους τοὺς τὰ πρὸς τὴν βιωτικὴν χρείαν εὑρόντας ἢ καὶ κατά τι εὖ
ποιήσαντας τὰ ἔθνη εὐεργέτας τε τούτους καὶ πολλῶν αἰτίους ἀγαθῶν ἡγούμενοι ὡς
θεοὺς προσεκύνουν καὶ εἰς τὸ χρεὼν μεταστάντας, ναοὺς κατασκευασάμενοι, στήλας
τε καὶ ῥάβδους ἀφιέρουν ἐξ ὀνόματος αὐτῶν καὶ ταῦτα μεγάλως σεβόμενοι καὶ
ἑορτὰς ἔνεμον αὐτοῖς τὰς μεγίστας Φοίνικες· ἐξαιρέτως δὲ καὶ ἀπὸ τῶν σφετέρων
βασιλέων τοῖς κοσμικοῖς στοιχείοις καί τισι τῶν νομιζομένων θεῶν τὰς ὀνομασίας
προσέθηκαν· φυσικοὺς δὲ ἥλιον καὶ σελήνην καὶ τοὺς λοιποὺς πλανήτας ἀστέρας καὶ
τὰ στοιχεῖα καὶ τὰ τούτοις συναφῆ θεοὺς μόνους ἐγίνωσκον, ὥστε αὐτοῖς τοὺς μὲν
θνητούς, τοὺς δὲ ἀθανάτους θεοὺς εἶναι.» 1.9.30 Ταῦτα κατὰ τὸ προοίμιον ὁ Φίλων
διαστειλάμενος ἑξῆς ἀπάρχεται τῆς τοῦ Σαγχουνιάθωνος ἑρμηνείας, ὧδέ πως τὴν
Φοινικικὴν ἐκτιθέμενος θεολογίαν· 1.10.1
Edited by - killuminati on 20/04/2014 11:19:29
Θα μπορούσατε εσείς οι δύο (Sesostris, Killuminati) που είχατε στο παρελθόν τόσες διαφορές να κάνετε την αρχή και να ξεκινήσετε μια κοινή προσπάθεια που να στοχεύει στην ομόνοια και στην πνευματική ανάσταση του Ελληνισμού πέρα από θρησκευτικές διαφορές και προκαταλήψεις.
Εδώ σας έχω φτιάξει ήδη ένα μέρος όπου μπορείτε να μοιραστείτε με όλους έμας την πολύτιμη γνώση που έχετε συλλέξει για την πνευματική ιστορία του Ελληνισμού.
http://ellinikianastasi.blogspot.com/
Αν σας ενδιαφέρει απλά κάντε έναν λογαριασμό στο google και πέστε μου το email σας για να σας κάνω συγγραφείς του ιστολογίου και να κάνετε την αρχή μεταφέροντας εκεί αυτό το θέμα. Η προσφορά ασφαλώς ισχύει για όλους και ίσως και εγώ να βρώ κάτι ενδιαφέρον να ποστάρω στο μέλλον.
Επί τη ευκαιρία καλή ανάσταση σε όλους και στους χριστιανούς και στους νεοπαγανιστές που αποδέχονται το μυστήριο της ανάστασης μέσα από κάποια άλλη παράδοση. Δεν λέω και για τους υπόλοιπους που τα θεωρούν όλα αυτά ανοησίες γιατί δεν επιθυμώ να τους προσβάλω.
Edited by - Πλατωνιστής on 20/04/2014 14:24:14
quote:
killuminati
Θα ήταν καλό αν κάποιος μπορούσε να μεταφράσει τα παρακάτω.
Γιατί κάποιος άλλος και όχι εσύ?? Αντί να κάνης copy-paste ολόκληρα σεντόνια από την "Ευαγγελική Προπαρασκευή" που θα τα διαβάσουν ελάχιστοι και θα τα καταλάβουν ακόμα πιο λίγοι, θα μπορούσες με την βοήθεια ενός λεξικού, να επιλέξης και να μεταφέρης στα νέα ελληνικά από το σύγγραμα του Ευσέβιου, μόνο τα σχετικά με την προέλευση των αρχαίων θεών αποσπάσματα, και επί τη ευκαιρεία να βελτιώσης και τα ελληνικά σου. Γιατί δεν μας ενδιαφέρει η άποψή του για τους φιλοσόφους και ιστορικούς που τους εξομοιώνει με τους βάρβαρους, αλλά αυτά που γράφει για την προέλευση των θεών.
*
«Προδιαρθρῶσαι δὲ ἀναγκαῖον πρὸς τὴν αὖθις σαφήνειαν
καὶ τὴν τῶν κατὰ μέρος διάγνωσιν, ὅτι οἱ παλαίτατοι τῶν βαρβάρων, ἐξαιρέτως δὲ
Φοίνικές τε καὶ Αἰγύπτιοι, παρ' ὧν καὶ οἱ λοιποὶ παρέλαβον ἄνθρωποι, θεοὺς
ἐνόμιζον μεγίστους τοὺς τὰ πρὸς τὴν βιωτικὴν χρείαν εὑρόντας ἢ καὶ κατά τι εὖ
ποιήσαντας τὰ ἔθνη εὐεργέτας τε τούτους καὶ πολλῶν αἰτίους ἀγαθῶν ἡγούμενοι ὡς
θεοὺς προσεκύνουν καὶ εἰς τὸ χρεὼν μεταστάντας, ναοὺς κατασκευασάμενοι, στήλας
τε καὶ ῥάβδους ἀφιέρουν ἐξ ὀνόματος αὐτῶν καὶ ταῦτα μεγάλως σεβόμενοι καὶ
ἑορτὰς ἔνεμον αὐτοῖς τὰς μεγίστας Φοίνικες· ἐξαιρέτως δὲ καὶ ἀπὸ τῶν σφετέρων
βασιλέων τοῖς κοσμικοῖς στοιχείοις καί τισι τῶν νομιζομένων θεῶν τὰς ὀνομασίας
προσέθηκαν· φυσικοὺς δὲ ἥλιον καὶ σελήνην καὶ τοὺς λοιποὺς πλανήτας ἀστέρας καὶ
τὰ στοιχεῖα καὶ τὰ τούτοις συναφῆ θεοὺς μόνους ἐγίνωσκον, ὥστε αὐτοῖς τοὺς μὲν
θνητούς, τοὺς δὲ ἀθανάτους θεοὺς εἶναι.»
Δεν είμαι πολύ καλός στα αρχαία, αλλά θα προσπαθήσω να βγάλω ένα γενικό νόημα, δίχως ακριβή μετάφραση.
Γράφει πως,
"Οι πολλοί αρχαίοι άνθρωποι από τους βάρβαρους, εξαιρώντας τους Αιγύπτιους και τους Φοίνικες - από τους οποίες παρέλαβαν όλοι οι άλλοι την θρησκεία - νόμισαν μέγιστους θεούς, εκείνους τους ευεργέτες που πρώτοι έκαναν μεγάλες ανακαλύψεις και εφευρέσεις, παρέχοντας αγαθά βιωτικής σημασίας στα έθνη. Τους προσκυνούν, κατασκευάζουν ναούς για αυτούς, στήλες και ράβδους αφιερώνουν στα ονόματά τους, τους φέρονται με μεγάλο σεβασμό."
Μετά δεν πολυκαταλαβαίνω τί λέει. Σαν να εννοεί πως πριν από αυτούς γνώριζαν ως Θεούς μόνο τα ουράνια σώματα Ήλιος, Σελήνη και γενικά τους πλανήτες αστέρες. Αλλά μετά ταύτισαν αυτούς τους θνητούς με τα ουράνια σώματα;;;
quote:quote:
killuminati
Μετά δεν πολυκαταλαβαίνω τί λέει.
Κατέβασε από εδώ δωρεάν το "ΛΕΞΙΚΟΝ ΤΗΣ ΑΡΧΑΙΑΣ ΕΛΛΗΝΙΚΗΣ ΓΛΩΣΣΗΣ" του Ι Σταματάκου σε pdf, για να σε βοηθήση αρχικά στις άγνωστες λέξεις. Κάθε αρχή και δύσκολη, με τον καιρό θα το χρειάζεσαι όλο και λιγότερο.*
Ευχαριστώ θα το κοιτάξω. Αν μπορείς βοήθησε και εσύ με μετάφραση.

Edited by - Αίολος on 21/04/2014 21:47:58
καὶ τὴν τῶν κατὰ μέρος διάγνωσιν, ὅτι οἱ παλαίτατοι τῶν βαρβάρων, ἐξαιρέτως δὲ
Φοίνικές τε καὶ Αἰγύπτιοι, παρ' ὧν καὶ οἱ λοιποὶ παρέλαβον ἄνθρωποι, θεοὺς
ἐνόμιζον μεγίστους τοὺς τὰ πρὸς τὴν βιωτικὴν χρείαν εὑρόντας ἢ καὶ κατά τι εὖ
ποιήσαντας τὰ ἔθνη εὐεργέτας τε τούτους καὶ πολλῶν αἰτίους ἀγαθῶν ἡγούμενοι ὡς
θεοὺς προσεκύνουν καὶ εἰς τὸ χρεὼν μεταστάντας, ναοὺς κατασκευασάμενοι, στήλας
τε καὶ ῥάβδους ἀφιέρουν ἐξ ὀνόματος αὐτῶν καὶ ταῦτα μεγάλως σεβόμενοι καὶ
ἑορτὰς ἔνεμον αὐτοῖς τὰς μεγίστας Φοίνικες· ἐξαιρέτως δὲ καὶ ἀπὸ τῶν σφετέρων
βασιλέων τοῖς κοσμικοῖς στοιχείοις καί τισι τῶν νομιζομένων θεῶν τὰς ὀνομασίας
προσέθηκαν· φυσικοὺς δὲ ἥλιον καὶ σελήνην καὶ τοὺς λοιποὺς πλανήτας ἀστέρας καὶ
τὰ στοιχεῖα καὶ τὰ τούτοις συναφῆ θεοὺς μόνους ἐγίνωσκον, ὥστε αὐτοῖς τοὺς μὲν
θνητούς, τοὺς δὲ ἀθανάτους θεοὺς εἶναι.»
«Διαχωρίζω εκ των προτέρων επειδή είναι αναγκαίο για την περαιτέρω σαφήνεια και την επί μέρους αυτών διάκριση, ότι οι αρχαιότεροι των βαρβάρων και ιδιαιτέρως οι Φοίνικες και οι Αιγύπτιοι, από τους οποίους τα παρέλαβαν και οι υπόλοιποι άνθρωποι, πίστευαν σαν μέγιστους θεούς αυτούς που βρήκαν χρήσιμα πράγματα για την βελτίωση ζωής τους, ή και αυτούς που τους ευεργέτησαν και ήταν υπεύθυνοι και πρωτοπόροι πολλών καλών τους προσκυνούσαν σαν θεούς, και μετά τον αναπόφευκτο θάνατό τους, τους έχτισαν ναούς και τους αφιέρωναν αγάλματα και σκήπτρα στο όνομά τους, τα οποία σεβόντουσαν πολύ και τους αφιέρωναν μεγάλες εορτές οι Φοίνικες· ιδιαιτέρως δε και από των δικών τους βασιλέων πρόσθεσαν τα κοσμικά στοιχεία και κάποια από τα ονόματα αυτών που νόμιζαν θεούς· από δε την φύση τον ήλιο, την σελήνη και τους υπόλοιπους πλανήτες τους θεωρούσαν θεούς και τα συναφή στοιχεία τους γνώριζαν σαν μόνους θεούς, ώστε γι αυτούς οι μεν ήταν θνητοί, οι δε αθάνατοι θεοί.»
*
quote:
«Προδιαρθρῶσαι δὲ ἀναγκαῖον πρὸς τὴν αὖθις σαφήνειαν
καὶ τὴν τῶν κατὰ μέρος διάγνωσιν, ὅτι οἱ παλαίτατοι τῶν βαρβάρων, ἐξαιρέτως δὲ
Φοίνικές τε καὶ Αἰγύπτιοι, παρ' ὧν καὶ οἱ λοιποὶ παρέλαβον ἄνθρωποι, θεοὺς
ἐνόμιζον μεγίστους τοὺς τὰ πρὸς τὴν βιωτικὴν χρείαν εὑρόντας ἢ καὶ κατά τι εὖ
ποιήσαντας τὰ ἔθνη εὐεργέτας τε τούτους καὶ πολλῶν αἰτίους ἀγαθῶν ἡγούμενοι ὡς
θεοὺς προσεκύνουν καὶ εἰς τὸ χρεὼν μεταστάντας, ναοὺς κατασκευασάμενοι, στήλας
τε καὶ ῥάβδους ἀφιέρουν ἐξ ὀνόματος αὐτῶν καὶ ταῦτα μεγάλως σεβόμενοι καὶ
ἑορτὰς ἔνεμον αὐτοῖς τὰς μεγίστας Φοίνικες· ἐξαιρέτως δὲ καὶ ἀπὸ τῶν σφετέρων
βασιλέων τοῖς κοσμικοῖς στοιχείοις καί τισι τῶν νομιζομένων θεῶν τὰς ὀνομασίας
προσέθηκαν· φυσικοὺς δὲ ἥλιον καὶ σελήνην καὶ τοὺς λοιποὺς πλανήτας ἀστέρας καὶ
τὰ στοιχεῖα καὶ τὰ τούτοις συναφῆ θεοὺς μόνους ἐγίνωσκον, ὥστε αὐτοῖς τοὺς μὲν
θνητούς, τοὺς δὲ ἀθανάτους θεοὺς εἶναι.»«Διαχωρίζω εκ των προτέρων επειδή είναι αναγκαίο για την περαιτέρω σαφήνεια και την επί μέρους αυτών διάκριση, ότι οι αρχαιότεροι των βαρβάρων και ιδιαιτέρως οι Φοίνικες και οι Αιγύπτιοι, από τους οποίους τα παρέλαβαν και οι υπόλοιποι άνθρωποι, πίστευαν σαν μέγιστους θεούς αυτούς που βρήκαν χρήσιμα πράγματα για την βελτίωση ζωής τους, ή και αυτούς που τους ευεργέτησαν και ήταν υπεύθυνοι και πρωτοπόροι πολλών καλών τους προσκυνούσαν σαν θεούς, και μετά τον αναπόφευκτο θάνατό τους, τους έχτισαν ναούς και τους αφιέρωναν αγάλματα και σκήπτρα στο όνομά τους, τα οποία σεβόντουσαν πολύ και τους αφιέρωναν μεγάλες εορτές οι Φοίνικες· ιδιαιτέρως δε και από των δικών τους βασιλέων πρόσθεσαν τα κοσμικά στοιχεία και κάποια από τα ονόματα αυτών που νόμιζαν θεούς· από δε την φύση τον ήλιο, την σελήνη και τους υπόλοιπους πλανήτες τους θεωρούσαν θεούς και τα συναφή στοιχεία τους γνώριζαν σαν μόνους θεούς, ώστε γι αυτούς οι μεν ήταν θνητοί, οι δε αθάνατοι θεοί.»
*
Ωραία μετάφραση. Πήρα το "εξαιρέτως" ως "αν εξαιρέσουμε". Εσύ το μετέφρασες ως "ειδικά/εξαιρετικά".
Συνεχίζω να μην κατανοώ την τελευταία πρόταση του Ευσέβιου.
Εννοεί οι βασιλείς θεωρούνταν <<θνητοί θεοί>> ενώ οι πλανήτες <<αθάνατοι θεοί>>; Φαίνεται παράδοξο.
Εγώ θυμάμαι να θεωρούνται οι "νεώτεροι" βασιλείς συγγενείς των πλανητών - γιός του Ήλιου, αδερφός της Σελήνης κτλ.
Αυτοί οι σημαντικοί ευεργέτες ήταν θεϊκή φύτρα, και θυμάμαι μάλιστα να θεωρούν το δίδυμο βασιλιά - βασίλισσα υπεύθυνο για την διατήρηση της τάξης του κόσμου. Δηλαδή έπρεπε το δίδυμο να αποτρέψει την επιστροφή στο Χάος και την διάλυση του Κόσμου, είχε πραγματικά θεϊκή δύναμη. Ίσως είχαν μεγαλύτερη ευθύνη από το να διοικούν την πολιτεία, ίσως οι άνθρωποι θεωρούσαν πως αυτοί οι βασιλείς/βασίλισσες ήταν σαν απόγονοι των ουράνιων θεών σε επικοινωνία μαζί τους και φρόντιζαν να συνεχίσει ο κόσμος.
Όπως και να'χει ο εκπολιτιστής/βασιλιάς θεωρούνταν θεός που καταγόταν από τους ουράνιους θεούς-οργανωτές του κόσμου.
quote:
killuminati
Εννοεί οι βασιλείς θεωρούνταν <<θνητοί θεοί>> ενώ οι πλανήτες <<αθάνατοι θεοί>>; Φαίνεται παράδοξο.Εγώ θυμάμαι να θεωρούνται οι "νεώτεροι" βασιλείς συγγενείς των πλανητών - γιός του Ήλιου, αδερφός της Σελήνης κτλ.
Αυτοί οι σημαντικοί ευεργέτες ήταν θεϊκή φύτρα, και θυμάμαι μάλιστα να θεωρούν το δίδυμο βασιλιά - βασίλισσα υπεύθυνο για την διατήρηση της τάξης του κόσμου. Δηλαδή έπρεπε το δίδυμο να αποτρέψει την επιστροφή στο Χάος και την διάλυση του Κόσμου, είχε πραγματικά θεϊκή δύναμη. Ίσως είχαν μεγαλύτερη ευθύνη από το να διοικούν την πολιτεία, ίσως οι άνθρωποι θεωρούσαν πως αυτοί οι βασιλείς/βασίλισσες ήταν σαν απόγονοι των ουράνιων θεών σε επικοινωνία μαζί τους και φρόντιζαν να συνεχίσει ο κόσμος.
Όπως και να'χει ο εκπολιτιστής/βασιλιάς θεωρούνταν θεός που καταγόταν από τους ουράνιους θεούς-οργανωτές του κόσμου.
Αυτά πίστευε ο Ευσέβιος. Ο οποίος θεωρούσε όλους όσους δεν ήταν χριστιανοί, ακόμα και τους Αιγυπτίους και τους Έλληνες ότι ήταν βάρβαροι!
*
quote:quote:
killuminati
Εννοεί οι βασιλείς θεωρούνταν <<θνητοί θεοί>> ενώ οι πλανήτες <<αθάνατοι θεοί>>; Φαίνεται παράδοξο.Εγώ θυμάμαι να θεωρούνται οι "νεώτεροι" βασιλείς συγγενείς των πλανητών - γιός του Ήλιου, αδερφός της Σελήνης κτλ.
Αυτοί οι σημαντικοί ευεργέτες ήταν θεϊκή φύτρα, και θυμάμαι μάλιστα να θεωρούν το δίδυμο βασιλιά - βασίλισσα υπεύθυνο για την διατήρηση της τάξης του κόσμου. Δηλαδή έπρεπε το δίδυμο να αποτρέψει την επιστροφή στο Χάος και την διάλυση του Κόσμου, είχε πραγματικά θεϊκή δύναμη. Ίσως είχαν μεγαλύτερη ευθύνη από το να διοικούν την πολιτεία, ίσως οι άνθρωποι θεωρούσαν πως αυτοί οι βασιλείς/βασίλισσες ήταν σαν απόγονοι των ουράνιων θεών σε επικοινωνία μαζί τους και φρόντιζαν να συνεχίσει ο κόσμος.
Όπως και να'χει ο εκπολιτιστής/βασιλιάς θεωρούνταν θεός που καταγόταν από τους ουράνιους θεούς-οργανωτές του κόσμου.
Αυτά πίστευε ο Ευσέβιος. Ο οποίος θεωρούσε όλους όσους δεν ήταν χριστιανοί, ακόμα και τους Αιγυπτίους και τους Έλληνες ότι ήταν βάρβαροι!
*
Εντάξει, απλώς μην τα βάζεις πολύ με τον Ευσέβιο γιατί δεν είναι επί του θέματος. Καταλαβαίνω πως δεν σου αρέσει τί λέει για τους φιλόσοφους, παγανιστές κτλ. αλλά είπες πως θέλεις το θέμα να μείνει στην μυθολογία χωρίς εχθρότητες.
Οι κάτοικοι της Τρίτειας της Αχαΐας είχαν το ιερό των ονομαζόμενων «Μεγίστων Θεών» στο οποίο είχαν ανώνυμα πήλινα αγάλματα, και τα εόρταζαν κάθε χρόνο όπως εόρταζαν οι άλλοι Έλληνες την εορτή του Διονύσου.
Στους θεούς αυτούς αναφέρεται και ο Παυσανίας στα Αχαϊκά του γράφοντας σχετικά:
ἐν Τριτείᾳ δὲ ἔστι μὲν ἱερὸν καλουμένων Μεγίστων θεῶν, ἀγάλματα δέ σφισι πηλοῦ πεποιημένα: τούτοις κατὰ ἔτος ἑορτὴν ἄγουσιν, οὐδέν τι ἀλλοίως ἢ καὶ τῷ Διονύσῳ δρῶσιν Ἕλληνες. ἔστι δὲ καὶ Ἀθηνᾶς ναός, τὸ δὲ ἄγαλμα λίθου τὸ ἐφ' ἡμῶν: τὸ δὲ ἀρχαῖον ἐς Ῥώμην, καθὰ οἱ Τριταιεῖς λέγουσιν, ἐκομίσθη. θύειν δὲ οἱ ἐνταῦθα καὶ Ἄρει καὶ τῇ Τριτείᾳ νομίζουσιν. Παυσανία Αχαϊκά 22, 9
Στην Τρίτεια υπάρχει και ιερό θεών πού έχουν το όνομα Μέγιστοι. Τα λατρευτικά τους αγάλματα είναι πήλινα. Γι' αυτούς έχουν μια γιορτή ετήσια τελούμενη κατά τον τρόπο που οι Έλληνες συνηθίζουν να γιορτάζουν για το Διόνυσο. Υπάρχει και ναός της Αθηνάς, στον οποίο το επί των ημερών μας άγαλμα είναι λίθινο∙ το παλιό, όπως λένε οι Τριταιείς, έχει μεταφερθεί στη Ρώμη. Οι ντόπιοι συνηθίζουν να θυσιάζουν και για τον Άρη και την Τρίτεια.
Οι κάτοικοι της Κλειτορίαςτης πάλι της Αρκαδίας είχαν ένα ιερό των Διοσκούρων τους οποίους ονόμαζαν«Μεγάλους Θεούς». Το ίδιο και οι κάτοικοι της Μεγαλοπόλεως οι οποίοι ονόμαζαν «Πρώτους Θεούς» τον Πάνα και τον Απόλλωνα.
Ὀνομάκριτός φησιν ἐν τοῖς ἔπεσι. κεῖται δὲ τράπεζα ἔμπροσθεν, ἐπειργασμέναι τε ἐπ' αὐτῇ δύο τέ εἰσιν Ὧραι καὶ ἔχων Πὰν σύριγγα καὶ Ἀπόλλων κιθαρίζων: ἔστι δὲ καὶ ἐπίγραμμα ἐπ' αὐτοῖς εἶναι σφᾶς θεῶν τῶν πρώτων. Παυσανία Αρκαδικά 31, 3
Λένε ότι ο Ονομάκριτος αναφέρει στα έπη του, ότι μπροστά υπάρχει τράπεζα προσφορών με ανάγλυφες παραστάσεις δύο Ωρών, του Πανός με σύριγγα και του Απόλλωνα που παίζει κιθάρα· υπάρχει και επίγραμμα γι' αυτούς πως είναι μεταξύ των πρώτων θεών.
*
*
ἀπέχει δὲ σταδίους εἴκοσιν ἄκρα Κωλιάς· ἐς ταύτην φθαρέντος τοῦ ναυτικοῦ τοῦ Μήδων κατήνεγκεν ὁ κλύδων τὰ ναυάγια. Κωλιάδος δέ ἐστιν ἐνταῦθα Ἀφροδίτης ἄγαλμα καὶ Γενετυλλίδες ὀνομαζόμεναι θεαί· δοκῶ δὲ καὶ Φωκαεῦσι τοῖς ἐν Ἰωνίᾳ θεάς, ἃς καλοῦσι Γενναΐδας, εἶναι ταῖς ἐπὶ Κωλιάδι τὰς αὐτάς. Παυσανία Αττικά 1, 5
Σε απόσταση είκοσι σταδίων από εκεί προβάλλει το ακρωτήριο Κωλιάδα, όπου τα κύματα έβγαλαν τα ναυάγια, μετά την καταστροφή του στόλου των Μήδων. Εκεί υπάρχει άγαλμα της Αφροδίτης Κωλιάδας και των θεοτήτων που ονομάζονται Γενετυλλίδες. Νομίζω ότι πρόκειται για τις ίδιες θεές που οι Φωκαείς της Ιωνίας ονομάζουν Γενναΐδες.
*
quote:
Δεν ξερω αν αυτο το θεμα ηδη υπαρχει αλλα θα ηθελα την αποψη σας σε αυτο το ερωτημα. Η Μυθολογια μας ειναι οντως μυθος ή η Ιστορια μας?
Ο Μύθος φίλη μου είναι αναπόσπαστο κομμάτι της Ιστορίας μας, συνεπώς ΝΑΙ ο Μύθος είναι η Ιστορία μας.
Τι γίνεται όμως με την Ιστορία μας? Είναι Μύθος?
Και τι είναι αυτό που τελικά μπορεί να μας κάνει να θεωρήσουμε ένα γεγονός Μύθο ή πραγμματικότητα?
Μια περιορισμένη αντίληψη ή γνώση των πραγμμάτων?
Ό,τι κλείνει, ανοίγει!
Πως πιστεύεις οτι θα περιέγραφε ένας άνθρωπος του 8ου Αιώνα μια Smart TV?
Ό,τι κλείνει, ανοίγει!
Σύμφωνα με την θεογονία των αρχαίων Περσών, ο ουρανός ήταν διαιρεμένος σε ζώνες μέσα στις οποίες είχαν την κατοικία τους οι θεοί. Υπήρχαν όμως και θεοί οι οποίοι κατοικούσαν έξω από τις ζώνες αυτές και γι αυτό τους ονόμαζαν «Αζώνους», ενώ αυτούς που κατοικούσαν μέσα στις ζώνες τους ονόμαζαν «Ζωναίους». Έλεγαν λοιπόν ότι Άζωνοι ήταν εκείνοι οι θεοί που λατρευόντουσαν από κοινού σε όλα τα έθνη ή τις πόλεις και δεν είχαν ιδιαίτερο τόπο λατρείας, ενώ Ζωναίοι ήταν αυτοί που λατρεύονταν μόνο από κάποια έθνη, ή ήταν τοπικοί θεοί προστάτες κάποιας πόλεως. Πίστευαν επίσης ότι οι Ζωναίοι θεοί κατοικούσαν στο κατώτερο ορατό μέρος του ουρανού, ενώ οι Άζωνοι στο ανώτερο. Κατ' αυτόν τον τρόπο οι μεν Ζωναίοι θεωρούντο ορατοί θεοί, ενώ οι Άζωνοι αόρατοι. Οι Αιγύπτιοι θεωρούσαν Αζώνους τον Όσιρι και τον Σάραπι επειδή λατρεύονταν από κοινού σε όλη την Αίγυπτο.
*
Edited by - Sesostris on 24/04/2014 22:54:54
quote:
Και μια ακόμη ερώτηση:Πως πιστεύεις οτι θα περιέγραφε ένας άνθρωπος του 8ου Αιώνα μια Smart TV?
Ό,τι κλείνει, ανοίγει!
Μπανιστίρ ντουλάπ...μήπως?![]()
![]()
ΔΥΣΤΥΧΙΑ ΣΟΥ ΕΛΛΑΣ
ΜΕ ΤΑ ΤΕΚΝΑ ΠΟΥ ΓΕΝΝΑΣ.
quote:Να πως περιέγραψε πρώην ψαράς του 1ου αιώνα - κάτι παρόμοιο με λειτουργία ανάλογη με interactive TV:quote:
Και μια ακόμη ερώτηση:Πως πιστεύεις οτι θα περιέγραφε ένας άνθρωπος του 8ου Αιώνα μια Smart TV?
Ό,τι κλείνει, ανοίγει!
Μπανιστίρ ντουλάπ...μήπως?...
...Και εδόθη εις αυτό να δώση πνεύμα εις την εικόνα του θηρίου, ώστε και να λαλήση η εικών του θηρίου και να κάμη, όσοι δεν προσκυνήσωσι την εικόνα του θηρίου, να θανατωθώσι.
...ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας τὸ στόμα λαλεῖ